{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 191","citation":"Michael Glycas, Annales 191","ref":"191","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/191","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/191","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/191.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":423,"text":"αὐτοῦ τὴν ποικίλον εἶχεν, ἐκάστῳ προσφόρως κατὰ τὸ εἶδος τῆς ἐπιθυμίας ἐγγινομένη. Οὕτω μὲν οὖν καὶ ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, τὸ νοητὸν δηλονότι μάννα, πρὸς τὴν διάθεσιν τῆς ἑκάστου ψυχῆς διατίθεσθαι εἴωθε. Τοῦτο δὴ τὸ μάννα εἶδος εἶχε κορίου, οὗ τὴν φύσιν ὅλην διόλου λόγον ἔχειν σπέρματος λέγουσιν, ὥστε μηδὲ ἐν τῷ κατακόπτεαθαι ἐξαφανίζεσθαι τὴν πρὸς τὸ σπείρεσθαι δύναμιν αὐτοῦ. Οὔτω μὲν οὖν καὶ τὸ θεῖον μάννα καὶ πνευματικὸν πανταχοῦ σκεδαννύμενόν τε καὶ κατακερματιζόμενον ὅλον διόλου ἐν ὅλοις εὐρίσκεται. Καὶ τί χρὴ πολλὰ λέγειν; Ὅσπερ ἐπὶ τοῦ μάννα ἐκείνου κατερχομένου ἄνωθεν τὸ τῶν Ἐβραίων γένος ὑπερεκπληττόμενον ἔλεγε, Τί τοῦτό ἐστιν; οὕτω δὴ καὶ ἐπὶ τοῦ νοητοῦ μάννα τοῦ ἄρτου τῆς ζωῆς, αὐτοῦ δηλαδὴ τοῦ μονογενοῦς Υἱοῦ καταβάντος ἐξοὐρανοῦ καὶ ἐπὶ γῆς ὁφθέντος, ὑπερεκπληττόμενοι ἔλεγον ἅπαντες, Τί τοῦτό ἐστι; πῶς ὁ Υἱὸς τοῦ Θεοῦ κατῆλθεν εἰς τὴν γῆν; πῶς σάρκα ἐφόρεσε; πῶς ἄνθρω πος γέγονε; Καὶ περὶ μὲν τούτων οὔτως. Μετὰ δὲ τὴν τοῦ Μωσέως τελευτὴν εἶπε πρὸς τὸν Ἱησοῦν ὁ Θεός· «Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν · νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος.» Καὶ ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οἶ ἦσαν πέραν τοῦ Ἰορδάνου, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν Ἰορδάνην ποταμόν, κατετάκησαν αὐτῶν αἱ διάνοιαι, καὶ οὐκ ἠν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ἱσραήλ. Καὶ τοιοῦτόν τι πεπόνθασιν ὁποῖον ἀπὸ χαρᾶς ὁ Ἰακὼβ, ἡνίκα κατελθὼν εἰς Αἴγυπτον τὸν Ἰωσήφ ἐθεάσατο· ἀπὸ μὲν γὰρ τῆς χαρᾶς διάχυσις, ἀπὸ δὲ τοῦ φόβου σύννευσις τῆς ζῳογονούσης ἡμᾶς δυνάμεως γίνεται, καὶ οὕτως ἢ ἐκείνως ἔστιν ὅτε δ θάνατος ἐξ ἀνάγκης ἕπεται. Μετὰ δὲ τὸ περᾶσαι τηνικαῦτα χωρὶς ὅπλων τὴν Ἱεριχὼ κεκρατήκασιν· ἐφ´ ᾧ καὶ ἀναθεμάτισαν αὐτὴν, τουτέστι τῷ Θεῷ ἀφιέρωσαν. Ἄχαρ λοιπὸν ὁ τοῦ Χαρμῆ ἀπὸ τῶν ἀναθεματισθέντων τῷ Κυρίῳ στολήν τινα καὶ μᾶζαν χρυσῆν ἀποσυλήσας τὸν Θεὸν εἰς ὁργὴν ἤγειρε· δεηθείς οὖν ὁ Ἱησοῦς τοῦ Θεοῦ, καὶ μαθὼν τὸν τῆς ὁργῆς αἴτιον, λίθοις αὐτὸν πανοικὶ κατέχωσαν. Ἐν τούτῳ δὲ τῷ κατὰ τῆς Ἰεριχὼ πολέμῳ ἀρχὴν ἔλαβε καταλύεσθαι τὸ Σάθβατον· ἑπτὰ γὰρ ἡμέρας αὐτὴν μετὰ σαλπίγγων περιεκύκλωσαν, ἐν αἷς καὶ τὸ Σάββατον ἐξ ἀνάγκης συμπεριείληπται. Ἀλλὰ καὶ μετὰ πέντε βασιλέων, ὡς ἄνωθεν εἴρηται, τοῦ Ἰησοῦ μαχομένου ἔστη ὁ ἤλιος κατὰ τὸ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς ἕως εἰς τέλος ἡμέρας μιᾶς. Καὶ πάντα δὲ τὰ τῶν Χαναναίων ἔλαβεν ὁ Ἱσραὴλ ἐν πολέμῳ, ὅτι διὰ Κυρίου ἐγένετο. Ἀλλὰ καὶ Χάλεβ υἱὸς Ἐφωνῆ ἐξωλόθρευσε τοὺς τρεῖς υἱοὺς Ἐναὰκ, τὸν Σουσῆ, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν Γίγαντες δ ὲ καὶ οὗτοι εὐμήκεις ἦσαν· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν υἱοὺς τοῦ Ἐναὰκ ἐκείνους ὡνόμασαν.","prev":{"citation":"Annales 190","label":"190","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/190","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/190"},"next":{"citation":"Annales 192","label":"192","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/192","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/192"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}