{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 192","citation":"Michael Glycas, Annales 192","ref":"192","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/192","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/192","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/192.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":314,"text":"Ἰστέον ὅτι πρῶτος νόμος παρ´ Ἑβραίοις ἐν ἐξόδῳ γέγραπται οὗτος· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω. Οὐκ ἔστιν ἐνταῦθα ταυτολογία τό τε εἴδωλον καὶ τὸ ὁμοίωμα· τὸ γὰρ ὁμοίωμά τινός ἐστιν ὁμοίωμα εἴτε χερσαίου ζώου εἴτε θαλαττίου εἴτε πτηνοῦτὸ δὲ εἴδωλον, κατὰ τὴν Ὡριγένους ἐξήγησιν, ἀνάπλασμα διανοίας ἀνυπόστατόν ἐστιν, ὡς ὁ παρ´ Αἰγυπτίοις τιμώμενος κυνοκέφαλος καὶ ὁ παρ´ Ἕλλησιν πποκένταυρος. Μετὰ μέντοι τὸν τοῦ Ναυῆ Ἰησοῦν ὑπὸ κριτῶν ὁ Π Ροει ! λαὸς ἐκρίνετο. Ὥν πρῶτος Ἰούδας ὁ τὸν Ἀδωνιβεζὲκ χειρωσάμενος καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖράς τε καὶ πόδας, βασιλέα τῶν ἀλλοφύλων ὄντα. Οἱ γὰρ Χαναναῖοι μετὰ θάνατον τοῦ Ἰησοῦ κρατῆσαι τῶν Ἰουδαίων θαῤῥήσαντες τῷ Ἀδωνιβεζὲκ τὴν ἡγεμονίαν ἐπιτρέπουσι, καὶ κατ´ ἐκείνων χωροῦσιν. Ἀλλ´ ἐσφάλησαν τοῦ σκοποῦ· κτείνονται γὰρ ἐξ αὐτῶν οὐκ ὀλίγοι, κρατεῖται δὲ καὶ ὁ Ἀδωνιβεζὲκ, καὶ χεῖρας καὶ πόδας ἀκρωτηριασθεὶς ἔλεγεν· Οἱ βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. Καθὼς οὕν ἐποίησα, οὕτω καὶ ἀνταπέδωκε μοι ὁ Θεός.» Ἀλλὰ καὶ Βαρὰχ σὺν Δεβώρᾳ τῇ προφήτιδι διέκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Προφῆτις δε ἦν ἡ Δεβώρα. Αὕτη τοὺς Ἰουδαίους ἀναχωρεῖν βουλομένους διὰ τὸ πλῆθος τῶν κατ´ αὐτῶν ἐπιστρατευομένων Χαναναίων καὶ κατέχει καὶ πείθει τοῖς πολεμίοις συμβαλεῖν · ἅθεν καὶ πολλοὺς αὐτῶν ἀπέκτειναν. Χειμὼν γὰρ βαρὺς γεγονὼς τοὺς μὲν Χαναναίους τὰ μέγιστα ἔβλαπτε, τοὺς δὲ Ἰουδαίους οὐδαμοῦ. Τότε καὶ Ἀ Σισάρας ἰδὼν τὴν γενομένην τροπὴν ἐκπηδᾷ τοῦ ἅρματος, καὶ πρὸς γυναῖκά τινα καταφεύγει λεγομένην Ἰαὴλ τοῦ σωθῆναι παρ´ αὐτῆς. Τούτῳ δὲ τῷ Σισάρᾳ καὶ ποτὸν αἰτήσαντι γάλα δίδωσιν ἤδη διεφθορός. Καὶ ὃς πλέρν τοῦ μέτρου πιὼν εἰς ὕπνον κτράπη βοθόν. Τότε γοῦν Ἰαὴλ φονεύει αὐτὸν, τὸν πάσσαλον τοῖς κροτάφοις ἐμπερονήσασα, Καὶ οὕτως αὐτοῖς ἡ νίκη περίεστι κατὰ τὴν τῆς Δεβώρας προφητείαν. Καλῶς οὖν ἡ Γραφὴ τὸν ἀουση, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν υἱοὺς ἐκάλεσε τοῦ Ἐναὰκ, γιγαντιαῖα","prev":{"citation":"Annales 191","label":"191","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/191","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/191"},"next":{"citation":"Annales 193","label":"193","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/193","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/193"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}