{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 193","citation":"Michael Glycas, Annales 193","ref":"193","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/193","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/193","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/193.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":355,"text":"φέροντας σώματα. Ὃρα γὰρ ὅτι καὶ ὁ Ἰώσηπος ὑπολελεῖφθαι λέγει τοῖς Χαναναίοις τὸ τῶν γιγάντων γένος, οἶ διὰ σωμάτων μεγέθη καὶ μορφὰς οὐδὲν τοῖς ἄλλοις παραπλησίας ἀνθρώποις παράδοξον σαν θέαια καὶ δεινὸν ἄκουσμα. Δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πίστιν ἐρχομένοις ἐοικότα. Ἐπὶ μὲν Βαρὰχ καὶ Δεβώρας Προμηθεὺς καὶ Ὁρφεὺς Θρᾷξ ἐγνωρίζοντο οἱ παρ’. Ἔλλησι σοφώτατοι, καὶ Ἀσκληπιὸς ὁ ἱατρὸς καὶ Λυκοῦργος ὁ νομοθέτης. Τοσοῦτον δὲ λέγουσι τὸν Ἀσκληπιὸν ἠκριβωκέναι τὴν ἰατρικὴν τέχνην ὡς καὶ νεκροὺς ἀνιστᾷν, ἐφ´ ᾧ χαλεπήναντα τὸν Δία κεραυνῷ βαλεῖν αὐτὸν, καὶ οὕτω τῶν τῇδε ἐκστῆσαι, Δεῖξαι δὲ θέλων ὁ Θεὸς ὅτι τῇ δυνάμει αὐτοῦ τὰ πάντα γίνονται καὶ οὐ πλήθει λαοῦ, συμβουλεύει τῷ Γεδεὼν, ἡνίκα κατὰ Μαδιηναίων ὁρμᾷν ἤθελε, περὶ μεσοῦσαν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμὸν, καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτω πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δ´ ἂν ἐσπουδασμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν, τούτους δὴ νομίζειν ὑπὸ δειλίας τοῦτο πάσχειν. Τοῦ μέντοι Γεδεὼν κατὰ τὰς ὑποθήκας τοῦ Θεοῦ ποιήσαντος τριακόσιοι ἄνδρες εὐρέθησαν ταῖς χερσὶ μετὰ τρόμου προσενεγκάμενοι τὸ ὕδωρ. ὡς Ἰώσηπος ἱστορεῖ. Ὅθεν καὶ διὰ τῶν τοιούτων ἔφη ὁ Θεὸς τοῖς πολεμίοις ἐμβαλεῖν. Νυκτὸς οὖν αὐτοῖς ἐπεμβαίνουσι, σάλὴιγγας ταῖν χεροῖν φέρον τες καὶ λαμπάδας ἁπτομένας ἐντὸς ἀγγείων τινῶν. Καὶ ὁ μὲν Γεδεὼν γηραιὸς τελευτᾷ, παῖδες δὲί ἦσαν αὐτῷ γνήσιοι μὲν οʹ(ολλὰς γὰρ ἔγημε γυναῖκας ), νόθος δὲ εἶς ἐκ παλλακῆς. Ἐξ ἐπαγγελίας τίκτει ὁ Μανωὲ, τὸ δὲ γεννηθὲν παιδίον Σα, ψῶνα καλοῦσιν· ἰσχυρὸν δὲ κατὰ τὸν Ἰώσηπον σημαίνει τὸ ὄνομα. Τηνικαῦτα καὶ Ἡρακλῆς ἤκμαζε. Το σοῦτον δὴ ἦν ἀνδρεῖος ὁ Σαμψὼν ὅτι καὶ ἐπὶ Γάζαν εἰσελθών καὶ παρὰ πόρνῃ τινὶ καταᾷθεὶς, ἐπειδὴ παρετηρεῖτο παρὰ τῶν ἐκεῖσε, ἀνεμόχλευσε διὰ χειρῶν τὰς πύλας καὶ ἐξῆλθεν. Ἀλλὰ καὶ πρὸ τούτου κατὰ Παλαιστινῶν ἔχων ὁ Σαμψὼν τί ποιεῖς Θέρους ὄντος καὶ πρὸς ἀμητὸν ἤδη τῶν καρπῶν ἀκμαζόντων συλλαβὼν τὰς ἀλώπεκας, καὶ τῶν οὐρῶν αὐτῶν ἐξάψας λαμπάδας ἡμμένας, ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστινῶν, καὶ οὕτω τοὺς κας ποὺς αὐτῶν διέφθειρεν. Οἱ οὖν ἀλλόφυλοι μετὰ τὸ ἐμπρησθῆναι τὰς ἀρούρας αὐτῶν πόλεμον πρὸς τοὺς Ἰσραηλίτας συνάπτουσι, τὸν Σαμψὼν αἰτούμενοι ἔκδοτον. Τί ὸὖν οἱ Ἰσραηλῖται; Τιν τῶν πολεμίων δεδιότες ἔφοδον δέσμιον αὐτοῖς τὸν Σαμψών ἐκδικστι","prev":{"citation":"Annales 192","label":"192","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/192","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/192"},"next":{"citation":"Annales 194","label":"194","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/194","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/194"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}