{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 195","citation":"Michael Glycas, Annales 195","ref":"195","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/195","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/195","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/195.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":343,"text":"παραβλέπει τοὺς ἀδικουμένους δεομένους αὐτοῦ τοσαύτην γὰρ ἰσχὺν ἐχαρίσατο τῷ Σαμψὼν ὡς κλονῆσαι μὲν τοὺς φέροντας κίονας τὸν τῶν εἰδώλων σηκὸν, συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον, καὶ Υ ἄνδρας συγχῶσαι, καὶ γυναικῶν ὡσαύτως παραπλήσιον ἀριθμόν. Οὐ μικρῶς δὲ τὴν ἄῤῥητον τοῦ Θεοῦ οἰκονομίαν καὶ φιλανθρωπίαν ἐπὶ τούτοις ἐκπλήττεται ὁ θειότατος Ἀναστάσιος ὁΣιναῖτης, ἐννοῶν ὅπως τῆς τῶν σεσωσμένων μοίρας ἠξίωσε τὸν Σαμψών, καὶ ταῦτα πρὸς φόνον ἑαυτὸν ἐκδεδωκότα τῶν ἀδικησάντων αὐτὸν ἕνεκεν. Ἀλλὰ καὶ τίνος χάριν τοσαύτην ἰσχὺν ἐκ, κοιλίας μητρὸς ἐκτήσατο ὁ Σαμψών, οὐ παρελθεῖν ἄξιον. Ἐπειδὴ γὰρ οἱ Ἰσραηλῖται τεσσαρακονταετῆ χρόνον τοῖς ἀλλοφύλοις δουλεύσαντες τοῦ Θεοῦ τέλεον ἐπελάθοντο, δικαίου μηδενὸς ὄντος παρ´ αὐτοῖς, τούτου χάριν ἐκ σπαργάνων αὐτὸν ὁ Θεὸς δίκαιο» ἄνδρα καὶ ἰσχυρὸν παρέσχεν αὐτοῖς, ὅπως διὰ τῆς ἐναρέτου πολιτείας καὶ παραδόξου ἀνδρείας παρεχομένην αὐτοῖς ὁρῶντες τὴν σωτηρίαν ἑαυτούς τε διορθώσωνται καὶ τὸν τῶν ὅλων Θεὸν ἐκζητήσωσιν. Ἀλλ´ ἐκεῖνοι μᾶλλον καὶ τοῦ· Θεοῦ λήθην ἐλάμβανον, καὶ τὸν εὐεργέτην αὐτῶν εἰς χεῖρας τῶν πο λεμίων φέροντες ἔῤῥιπτον. Ὅθεν εὐλόγως ἡ τοῦ Θεοῦ ἐξέλιπεν αὐτοὺς ἐπισκοπή· μετὰ γὰρ τὸν Σαμψών οὐκέτι παρ´ Ἑβραίοις κριτής. Εἰ δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητὲ, τίνος ἕνεκεν ὁ ῥεὸς τὴν τοῦ Ἰεφθάε θυγατέρα σφαγῆναι ουνεχώρησεκριτὴς ὅὲ καὶ οὐτος παρ’´ Ἑβραίοις ἦν, ἄκουε. Ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις· ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκὸς, κύνα πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ νόμον ἀκάθαρτα. Παιδεύων οὖν ὁ Θεὸς δι´ ἐκείνου τοὺς ἄλλους ὥστε μετὰ σκοποῦ ποιεῖσθαι τὰς ὑποσχέσεισπεσχέθη γὰρ ἐκεῖνος τὸ συναντῆσαν αὐτῷ ἐκ τῆς οἰκίας θῦσαι τῷ Θεῷ οὐκ ἐκώλυσε τὴν σφαγήν. Ἡ δὲ θυγάτηρ πολλῷ κρείττων τοῦ Ἰεφθάε· ἰδοῦσα γὰρ αὐτὸν τὴν ἐσθῆτα ῥηγνύντα καὶ ὀλοφυρόμενον εἶπεν· «Εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου, ποίες μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ὑπὲρ ρ ῶν ἐποίησέ σοι ὁ Κύριος ἐκδίκησιν ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Ἀμμών.» μεη, αἰ, ἀε αΚφίὰ ροίοευε , ἱαοῖο πΒ ὲια ἴετὶ ρτοωίεείο, ροσιῃυαη ιυὶ Βομίααα ἰυορ Ιονιοε ΑιηιοΙΝαε υΙΙε εἰ.» Γίνωσκε δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις, ὅτα μετὰ τὴν τελευτὴν τοῦ Σαμψὼν ἡ φυλὴ τοῦ Βενιμαμὶν τὴν παρὰ φύσιν τῶν Σοδομιτῶν ἐνενόησεν ἡδονὴν καὶ τοῖς ἐπιξενουμένοις ἐπεμαίνοντο. Λευΐτη Ϛ","prev":{"citation":"Annales 194","label":"194","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/194","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/194"},"next":{"citation":"Annales 196","label":"196","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/196","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/196"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}