{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 196","citation":"Michael Glycas, Annales 196","ref":"196","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/196","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/196","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/196.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":411,"text":"δέ τις ἐν Ἱερουδὶμ κατοικῶν γυναῖκα ἐκ Βηθλεὲμ ἄγεται παλλακίδα, ἤτις δι´ ὀλιγοψυχίαν τινὰ πρὸς τοὺς πατέρας ὑπέστρεψε. Παραγίνεναι οὖν ἐκεῖσε καὶ ὁ Λευίτης καὶ φιλοτίμως δεξιωθεὶς παρὰ τοῦ πενθεροῦ αὐτοῦ λαμβάνει τὴν γυναῖκα, καὶ παραγίνεται εἰς Γαβαὰ πόλιν τῆς φυλῆς Βενιαμὶν, καὶ κατάγεται παρὰ πρεσβύτῃ κατοικοῦντι τὴν πόλιν. Γνόντες οὖν οἱ τὴν πόλιν οἰκοῦντες Βενιαμὶν τοῦ πρεσβύτου τὸν οἶκον περιστοιχίζουσι καὶ τὰς θύρας συντρίβουσιν, ἐμπαροινῆσαι τῷ ξένῳ ζητοῦντες. Ὁ δὲ τὴν θυγατέρα ἔτι ἄγαμον οὖσαν καὶ τοῦ ξένου τὴν παλλακὴν εἰς παράχρησιν ἐδίδου αὐτοῖς, φείαασθαι τοῦ ἔένου ἀξιῶν. Οἱ δ´ οὐκ ἠνέσχοντο. Ἀλλὰ καὶ ὁ Λευΐτης παρελθὼν τὴν παλλακὴν αὐτοῦ ἐκδίδωσι, κἀκεῖνοι δι´ ὅλης νυκτὸς αὐτῇ παραχρησάμενοι ἐξαπέστειλαν. Ἐγγίσασα οὖν αὕτη τῇ θύρα ἔγθα κατήγετο, εὐθέως ἐξέπνευσεν. Ὁ γοῦν ἀνὴρ αὐτῆς νεκρὰν ἰδών αὐτὴν ἐπέθετο τῷ ὑποζυγίῳ αὐ τοῦ καὶ οἴκαδε ἀπεκόμισε, καὶ διελὼν αὐτὴν εἰς εβʹ τμήματα ἑκάστῃ φυλῆ πρὸς ν τεμάχιον ἐξαπέστειλε, τὴν παρανομίαν τῆς τοῦ Βενιαμὶν κηρύττων φυλῆς. Σχετλιάζει οὖν ἐπὶ τούτοις ὁ Ἰσραὴλ, δέονται τοῦ Θεοῦ. Ἐφ´ ᾧ καὶ κατ´ αὐτῶν ὁρμήσαντες, ἐπεὶ τοὺς ὑπαιτίους δοῦναι πρὸς τιμωρίαν πόλιν ἔργον ποιοῦσι πυρός. Τὸ μέντοι πρόβλημα ὅπερ ὁ Σαμψών προὐβάλλετο. τοῦτον ἔχει τὸν τρόπον· Τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκὺ βρωτόν; Ἡδὺ τὸ μέλι καλεῖ, βιβρώσκοντα δὲ σχυρὸν τὸν λέοντα, ἐν ὧ νεκρῷ ὄντι μέλι ἐξύφαναν μέλισσαι, ἀφ´ οὗ λαβὼν ἔφαγεν ὁ Σαμψών. Ἀλλ´ ἐντεῦθεν, ἀγαπητέ, συνορᾷν ἄξιον ὅτι μάτην οἱ Ἰουδαῖοι ἀκαθάρτους καλοῦσιν ἡμᾶς. Εἰ γὰρ ἀκάθαρτοι ἦμεν ἡμεῖς ἅτε δὴ τὸν λαγωὸν, τὸν χοῖρον, καὶ ὅσα τοιαῦτα, μὴ κατὰ νόμον ταῦτα ἐσθίοντες, ἀνάγκη πᾶσα καὶ τὸν ἐν προφήταις μέγιστον Ἡλίαν τοῖς αὐτοῖς ἐγκλήμασι καθυποβάλλεσθαι. Τίνος ἕνεκεν; Ὅτι τὸν ἄρτον ἐξ ἀκαθάρτου ζώου τοῦ κόρακος δεχόμενος. ἤσθιε. Διὰ τί δὲ ταῦτα συνέβαινε, καὶ τίνος ἕνεκεν; Ἵνα μάθωμεν ὅτι καὶ πρὸ τῆς χάριτος ἡ Παλαιὰ τὰ τοῦ νόμου ἀνέτρεπεν. Εἰ γὰρ ἀκάθαρτος ἦν ὁ κόραξ, πῶς ἐξ αὐτοῦ τὴν βρῶσιν ὁ τοσοῦτος Ἡλίας ἐδέξατο; πῶς δὲ καὶ ὁ Σαμψὼν Ναζαραῖος ὢν καὶ ὑπὸ νόμου τελῶν τὸ κηρίον τοὺ μέλιτος ἔφαγεν, ὅπερ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι; πῶς δὲ καὶ διψήσαντα διὰ τῆς ἀκαθάρτου καὶ μιαιφόνου σιαγόνος παρεμυθήσατο ὁ Θεὸς, ἐὰν ὁ κόραξ, ὁ νεκρὸς λέων καὶ ἡ σιαγὼν τοῦ ὄνου ἀκάθαρτα; πῶς διὰ τῶν τοιούτων ὁ Θεὸς τοὺς ἑαυτοῦ θεράποντας ἐθεράπευε; πῶς δὲ καὶ ἀκάθαρτα ὄντα κοινὴν ἀρχῆθεν τὴν εὐφημίαν ἐδέξαντο; «Εἶδε,» γάρ φησιν, «ὁ Θεὸς αὐτὰ, καὶ εἶπεν ὅτι καλά.» Εἰ οὕν ὁ χοῖρος καλὸς ὠς κτίσμα Θεοῦ, πῶς ὁ αὐτὸς ἀκάθαρτος ὕστερον; Εὔδηλον οὖν ὅτι τὸ τοῦ Ἰσραήλ πρὸς καΡἈΤμοΩ. ΟΚ. ΟΙΝΗΙ.","prev":{"citation":"Annales 195","label":"195","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/195","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/195"},"next":{"citation":"Annales 197","label":"197","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/197","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/197"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}