{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 202","citation":"Michael Glycas, Annales 202","ref":"202","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/202","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/202","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/202.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":392,"text":"τικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. Τοῦ δὲ προτρέψαντος ἐξέρχεται κατὰ Παλαιστινῶν. Ὁ μέντοι Σαοὺλ τῇ νίκῃ ἐπαρθείς ἐπαρᾶται τοῖς Ἑβραίοις· ἤν τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγη, καὶ μὴ μέχρις οὐ νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως αὐτοὺς ἀποπαύσῃ τῶν πολεμίων, ἐπικατάρατος εἴη. Οὕτω τοίνυν τοῦ Σαοὺλ] φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο μελισσῶν γέμοντα, ὁ τοῦ Σαοὺλ παῖς οὐκ ἀκηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιεν. Εἰτα γνοὺς τὸ γεγονὸς οὐκ ὀρθῶς ἔφη τὸν πατέρα τοιαύτην ἀράν θεῖναι· εὐψυχότατα γὰρ καὶ τατρέχει τῆς τῶν ἐναντίων, εἴ γε τροφῆς ἐν τῷ μέσῳ φθάσει μεταλαβεῖν. Ὁ δὲ Σαοὺλ μετὰ τὸ νικῆσαι καὶ θῦσαι τῷ Θεῷ κελεύει τὸν ἀρχιερέα καὶ αὖθις γνῶναι εἰ δίδωσιν αὐτοῖς ὁ Θεὸς ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν ἐλθεῖν καὶ διαφθεῖραι αὐτούς, Εἰπόντος δὲ τοῦ ἀρχιερέως μὴ ἀποκρίνεσθαι τὸν Θεὸν, ὁ Σαοὺλ ἔφη μὴ ἄνευ αἰτίας τοῦτο γίνεσθαι· ἀλλ´ ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα τῆς τοῦ Θεοῦ σιωπῆς αἴτιον, καὶ ὄμνυμι, κἂν ὁ παῖς ὁ ἐμός Ἰωνάθαν εἴη ὁ τὸ ἁμάρτημα τοῦτο ποιήσας, ἀποκτείνειν αὐτὸν καὶ τὸν Θεὸν οὕτως λεώσασθαι Πίπτει οὖν ὁ κλῆρος ἐπὶ τὸν Ἱωνάθαν, καὶ τοῦ πατρὸς ἐρωτῶντος αὐτὸν τί τε πεποίηκε καὶ ὅπως εἰς Θεὸν ἐξήμαρτε, μηδὲν ἕτερον ἔλεγεν συνιδεῖν ἢ μέλιτος χθὲς ἀπογεύσασθαι, τὴν ἀρὰν ἀγνοῶν. Διομνύεται οὗν ὁ Σαοὺλ ἀποκτεῖναι αὐτόν Πλὴν ἀνθί σταται ὁ παῖς, τὰ τοῦ ὅρκου βιάζει προβῆναι. Ἀλλὰ τὸ πλῆθος ἀλγεῖ, καὶ τὸν Ἰωνάθαν ἐξαιΠεον ἐπὶ τούτῳ ποιεῖ. Καὶ περὶ μὲν τούτων οὕτως. Εἰπεῖν δὴ τὸν Θεὸν ἔλεγεν ὁ Σαμουήλ ὡς ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους οἱ Ἀμαληκῖται κατά γε τὴν ἔρημον διέθηκαν, ἡνίκα τῆς Αἰγύπτου ἐξεπορεύοντο, κελεύειν πολέμῳ τιμωρήσασθαι αὐτοὺς τὸν Σαοὺλ καὶ μηδενὸς αὐτῶν φείσασθαι. Νικᾷ τοίνιυν αὐτοὺς κατὰ κράτος, λαμβάνει δὲ τὸν αὐτῶν ῥασιλέα Ἀγὰγ αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος, ὡς Ἰώσηπός φησι, σωτηρίας ἄξιον ἔκρινε. Καὶ θυσίας ἀπὸ τῶν λαφύρων ἐκείνων ἀνήνεγκε τῷ Θεῷ. Ἐφ´ ᾧ καὶ πρὸς τὸν Σαμουὴλ ἔφη ὁ Θεός· «Μεταμεμέλημαι Ἐτι ἔνοισα τὸν Σαοὺλ εἰς βασιλέα, κἀγὼ ἐξουδένωνα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐν Ἰσραήλ.» Ὅθεν καὶ πρὸς τὸν Σαοὺλ οὕτως ἔλεγεν ὁ Σαμουὴλ, ἡνίκα τὸν Ἀγὰγ ἐζωογόνησε τῶν Ἀμαληκιτῶν βασιλέα, «Μεματαίωσαι σὺ, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἤν ἐνετείλατό σοι ὁ Κύριος. Ὅθεν καὶ οὐ στήσεταί αοι ἡ Βασιλεία, καὶ ζητήσει Κύριος ἄνθρωπον κατὰ καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ.» Πρὸς τούτοις δὲ καὶ τάδε πρὸς αὐτὸν ἔλεγεν, ἡνίκα","prev":{"citation":"Annales 201","label":"201","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/201","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/201"},"next":{"citation":"Annales 203","label":"203","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/203","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/203"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}