{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 204","citation":"Michael Glycas, Annales 204","ref":"204","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/204","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/204","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/204.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":388,"text":"καὶ πολλάκις. Τηνικαῦτα τῷ ἀρχιερεῖ Ἀβιάθαρ προσέρχεται· τότε καὶ τοὺς ἄρτους τῆς προθέσεως φαγεῖν. Ἐκεῖθεν αὐθις φεύγει πρὸς Ἀβιμέλεχ· τότε δὲ καὶ τὰ τῶν ἐπιληπτικῶν ὑποκρίνεται. Ἐπὶ τούτοις δὲ ὁ Δαβὶδ εὑρὼν τὸν Σαοὺλ καὶ ἄπαξ καὶ δίς, καὶ ἀποκτεῖναι αὐτὸν εὐχερῶς ήθελε. τῶ Θεῷ πάντα τὰ κατ´ αὐτὸν ἀνατιθείς. Καὶ περὶ μὲν τούτων ρῦτως, Παλαιστινοὶ δ´ αὖθις κατὰ Ἰουδαίων στρατεύον ται, ἑφ´ ᾧ καὶ τοὺς αὐτοὺς συμμάχους ὁ Ἀγχοὺς καλεῖ. Ὄρει δὲ τῷ Γελβουὲ προσβάλλει καὶ ὁ Σαούλ, καὶ πολυπληθῆ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἰδών ἐταράχθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ. Καὶ ἐπηρώτησε τὸν Κύριον διὰ τοῦ Ἐφοὺθ, καὶ οὐκ ἀπεκρίθη αὐτῷ· καὶ γὰρ εἰ μὴ εὐδοκίμουν παρ´ αὐτῷ, οὐκ εἰσήκουσεν αὐτοῦ. Ἐφ´ ᾧ καὶ ζητεῖ ἐγγαστρίμυθον, εἰ καὶ τὸ γένος αὐτοῦ ἔφθασεν ἐκ τῆς πόλεως αὐτοῦ ἐκβαλεῖν ἅτε πρὸς Θεὸν πρότερον εὐσεβῶν. Ἐγγαστρίμυθοι δὲ ἐλέγοντο διὰ σὸ δαίμονα ἔχειν ἐκ τῇ γαστρὶ αὐτοῦ ἐγκαθήμενον καὶ τὰ μέλλοντα μυθευόμενον εἴτ´ οὖν μαντευόμενον. Τὸ μέντοι γύναιον ἐκεῖνο πείθεται μόλις, καὶ τὴν τοῦ Σαμουὴλ ψυχὴν ἐξ ᾅδου ἀνάγει, ὡς Ἰώσηπος ἱστορεῖ. Ὁ γὰρ τὰ θεῖα σοφὸς Θεοδώρητος δυσσεβῆ λέγει τὸν λόγον τουτονὶ καὶ ἀνόσιον· οὐδὲ γὰρ πείθεται νέκυος ψυχὴν ἐξ ἅδου καὶ τὴν τυχοῦσαν ἀνάγειν, μήτοι γε τοσούτου προφήτου. Ἄλλοι δὲ τὸν λόγον τοῦτον μὴ θέλοντες ἀνόσιον δέξασθαι, λαοπλάνον τινὰ λέγουσι δαίμονα τὰ κατὰ τὸν Ἐαοὺλ ἀναγγεῖλαι τῇ ἐγγαστριμύθῳ. Ὁ μὲν Θεοδώρητος οὔτε τὸ πρῶτον ὡς δυσσεβὲς καταδέχεται οὔτε πάλιν τὸ δεύτερον· εἰ γὰρ δαίμων ἦν ὁ φανεὶς, οὐκ ἂν ἀληθῆ ἐφθέγγετο ῥήματα. Οὐκοῦν αὐτὸς ὁ Θεὸς τὸ εἰδος, φησί, τοῦ Σαμουὴλ σχηματέσας ἠβουλήθη, ἐξενήνοχε τὴν ἀπόφασιν· ἔφη καὶ γὰρ διά τοῦ τῶν προφητῶν· «Ἐἀν ἀπέλθητε πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ Κύριος ὁ Θεὸς ἀποκριθήσομαι δι´ αὐτοῦ,» Οὕτω διὰ τοῦ Βαλαὰμ ηὐἠόγησε τὸν λαὸν, καὶ διὰ δυσσεβοῦς μάντεως προηγγέλθησαν τὰ ἐσόμενα. Γίνεται ταῦτα, καὶ οἱ Παλαιστινοὶ τοῖς Ἑβραίοις προσβάλλουσι. Πίπτει λοιπὸν ὁ Σαοὺλ καὶ οἱ παῖσες αὐτοῦ. Ὁ μέντοι καοὺλ πολλὰς δεξάμενος πληγὰς, καὶ μὴ φέρειν Ευναμενος, κελεύει τινὶ τῶν αὐτοῦ τὸ ξίφος αὐτοῦ ἐπενεγκεῖν, ἵνα μὴ ταῖς ἐχθρῶν χερσὶ παραδοθῇ. Ὁ δ´ οὐκ ἐπείθετο. Ἐπιπίπτει λοιπὸν αὐτὸς τῇ μαχαίρα, καὶ μηδὲ οὕτως ἰσχύων ἑαυτῷ τὸ τέλος επανεγκεῖν πείθει τινὰ τῶν Ἀμαληκιτῶν, καὶ τελειοῖ αὐτόν. Οἱ δὲ Παλαιστινοὶ σκυλεύοντες τοὺς πολεμίους ἐντυγχάνουσι τῷ Σαούλ τε καὶ τοῖς παιαὶν αὐτοῦ, καὶ κόψαντες τὰς κεφαλὰς αὐτοῦ περιῆγον διὰ πάσης τῆς χώρας, τὰ δὲ σώματα αὐτοῦ ἀνασταυροῦσιν ἔξω τοῦ τείχους, ὡς Ἰώσηπος ἰστοΟὖτω","prev":{"citation":"Annales 203","label":"203","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/203","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/203"},"next":{"citation":"Annales 205","label":"205","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/205","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/205"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}