{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 206","citation":"Michael Glycas, Annales 206","ref":"206","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/206","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/206","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/206.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":396,"text":"ἀ-οναλύπτει ταῦτα τῶ Ἀβεσσαλώμ. Παρατηρεῖται καιρὸν, ἐξέρχεται εἰς κουρὰν τῶν θρεμμάτων αὐτοῦ συλλαμβάνει μεθ´ ἑαυτοῦ καὶ τοὺς ἀδελφούς,. Τελεῖται συμπόσιον, καὶ καρωθέντα τὸν Ἀμνὼν κτείνουσιν οἱ οἰκέται αὐτοῦ. Ἐντεῦθεν οὖν ὁ Ἀβεσσαλὼμ πτοηθεὶς φρονεῖν ἤρξατο κατὰ πατρός. Καὶ πρῶτον μὲν πείθει αὐτὸν ὁ Ἀχιτόφελ εἰς τὰς παλλακὰ- εἰσελθεῖν τῶ Πατρὸς, ἔπειτα συμβουλεύει αὐτῷ μετὰ στρατιᾶς ὁρμῆσαι κατὰ τῶ Δαβίδ. Μὴ εἰσακουσθεὶς δὲ διὰ τὸ ἀγαθὴν δόξαι τὴν τῶ Χουσὶ συμβουλὴν τυχε γὰρ φίλος εἶναι τῷ Δαβὶδ ὁ Χουσὶ ἀγχόνῃ ἐχρήσατο. Ἐπὶ δὲ τούτῳ διώκεται μᾶλλον ὁ Ἀβεσσαλὼμ καὶ δὴ καταλαμβάνεται. Ἀλλ´ ὧ Δαβιδικῆς ψυχῆς ἱ καὶ τοσαῦτα γὰρ παθὼν παρὰ τῶ πατραλοία ἔλεγε· «Φείσασθε τῶ παιδαρίου Ἀβεσσαλώμ.» Ἀλλὰ καὶ τῶ Ἱωὰβ κατὰ καρδίας βαλόντος τὸν Ἀβεσσαλὼμ, ἡνίκα τῷ δένδρῳ ἀπῃωρήθη τῶν τριχῶν, ἐθρήνησεν ἄμετρα. Τῷ μέντοι Δαβὶδ μελετῶντι ναὸν οἰκοδομῆσαι τῷ Κυρίῳ εἶπεν ὁ Νάθαν· «Πάντα ὅσα ἐν τῇ καρδίᾳ ποιὶ βάδιζε καὶ ποίει, ὅτι Θεὸς μετὰ σοῦ.» Ἠγνόησε γὰρ καὶ οὗτος τὸ μέλλον, ὡς ὁ Σαμουὴλ τὸν χρισθησόμενον υἱὸν τῶ Ἰεσσαὶ, καὶ ὡς ὁ Ἐλισσαῖος τὸ τῆς Σοτκανίτιδος πάθος. Νύκτωρ δὲ ἐπιφανεὶς αὐτῷ ἀ Κύριος ἔφη· «Πορεύου, καὶ εἰπὲ τῷ δούλῳ μου τῷ Δαβὶδ· Ὅτι οὐ σὺ οἰκοδομήσεις μου οἶκον, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου» Τοῦτο δὲ εἰρῆσθαι δοκεῖ εἰς ὡφέλειαν τῶν τὰς μιαιφονίας ἐργαζομένων· οὐδὲ γὰρ ἂν δίκαιον φόνον ἐμέμψατο τῷ βασιλεῖ ὁ τῶ ινεὲς τὸν δίκαιον φόνον οὐσίας ποοσαγορεύσας. Ἐφ´ ᾧ καὶ δίδωσι Δαβὶδ Σς. λομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τῶ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ. Πάντα ἐν γραφῇ ἐκ χειρὸς Κυρίου δέδωκεν αὐτῷ. Ἀλλὰ καὶ αὐτὸς ὁ Νάθαν, ἡνίκα πρὸς αὐτ´ ν ἀπεστάλη παρὰ Θεοῦ, εἶπε· «Καλὸν τοῦτο ἐποίησας, ὅτι ἐγενήθη ἐν τῇ καρδίᾳ σου περὶ τῶ οἰνοδοιι ἦσαι οἷκον· ἀλλ´ οὐ σὺ, οἰκοδομήσει ὁ ἐκ σοῦ δέ.» Εἰ καὶ μακροθυμεῖ ὁ Θεὸς τῆς ἀμαρτίας τολμωμένης, ἀλλ´ ὀψέ ποτε κολάζει. Ἵδε γὰρ ὅτι μετὰ των Γαβαωνιτῶν οἱ Ἰσραηλῖται συνέθεντο μὴ φονεῦσαι αὐτοὺς, ὁ δὲ Σαοὺλ σὺν τοῖς ἄλλοις ἀλλοφύλοις καὶ αὐτοὺς ἀπέκτεινε. Τὰς μέντοι τῶ τοιούτου τολμήματος δίκας ἐπὶ τῶ Δαβὶδ εἰσέπραξε, λοιμλν ἐπενεγκών. Καὶ εἰ μὴ τοὺς τῶ Σαοὺλ ἐπτὰ παῖδας ἐφόνευσαν, οὐκ ἂν ἡ θεία ὀργὴ ἔπαυε. Μανθάνομεν ρΥν ἐκ τούτου ὡς γένους ὁ Δεσπότης οὐκ οἶδε διαφορὰν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὧσιν. ἐπαιμύνει δικαίως Θεός. Καὶ αὐτὸς ὀ Δαβὶδ τὸν Οὐ Ρίαν ἀδικήσας ἀλλόφυλον ὄνταετταῖος γὰρὶ οὐκ ἀτιμώρητος ἔμεινε. Τὸ δὲ μοιχίδιον βρέφος, ὃ πρῶτον τῇ Βηρσαβεὲ γέγονε μοιχευθείσῃ τῷ Δαβὶδ, ἐπάταξεν","prev":{"citation":"Annales 205","label":"205","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/205","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/205"},"next":{"citation":"Annales 207","label":"207","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/207","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/207"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}