{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 207","citation":"Michael Glycas, Annales 207","ref":"207","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/207","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/207","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/207.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":390,"text":"ὁ Θεός. Ζῶν γὰρ ἔμελλεν εἶναι τοῦ εὐσεβοῦς βασιλέως ὄνειδος καὶ τῆς αὐτοῦ παρανομίας ἔλεγχος. Κηδόμενος οὖν αὐτοῦ ζῇν τὸ τοιοῦτον ὁ Δεσπότης οὐκ εἴασεν. Ἡ δὲ πρώτη βίβλος τῶν Παραλειπομένων αἱνίτφησι Θεοδώρητος. Λέγει γὰρ ὅτι ἔταξε Δαβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσαφὰτ καὶ τῶν ἀδελφῶν αὐτοῦ. Ὁ μέντοι Δαβὶδ δ ἐτῶν τριάκοντα βασιλεύσας, ὥς φησι Θεοδώρητος, περὶ τὰ ἑβδομήκοντα τὸ τοῦ βίου τέλος ἐδέξατο. Προσθετέον δὲ τοῖς ἄνω καὶ τάδε καθ´ ἱστορίαν ὄντα τοῦ Ἰωσήποι Κατὰ Παλαιστινῶν ἐκστρατεύει ὁ Δαβὶδ, καὶ διώξας ἐπὶ πολὺ διέστη τῶν αὐτοῦ πάντων. Καὶ ἰδὼν αὐτὸν μεμονωμένον καὶ ὑπὸ κόπου ἔκλυτόν τις τῶν ἐναντίων, ὃς καὶ ἀπόγονος τῶν Γιγάντων ἦν, ἠπείγετο θανατῶσαι αὐτόν. Καὶ τοῦτο ἂν ἐγεγόνει, εἰ μὴ Ἀβεσαῖος ὁ ἀδελφὸς Ἰωὰβ παρευθὺς εὑρεθεὶς ἐκεῖσε ἀπέκτεινε τὸν πολέμιον, ἐκεῖνον δὲ σῶον ἐπανεσώσατο. Ὀθεν καὶ ὤρκωσεν αὐτὸν ὁ λαὸς ἅπας ὡς μὴ τοῦ λοιποῦ σὺν αὐτοῖς ἀπαντᾷν εἰς πόλεμον. Στρατοπεδεύουσι καὶ αὖθις κατὰ τῶν Ἐβραίων οἱ Παλαιστινοὶ, ἐν οἱς ἦν ἀνὴρ τὸ μὲν βψος ἕξ πήχεων, δακτύλους δὲ ἐν ἑκατέρᾳ τῶν βάσεων καὶ τῶν χειρῶν περισσοτέρους εἶχε τῶν κατὰ φύσιν· ἀπόγονος γὰρ τῶν Γιγάντων ἦν. Τοῦτον ἀποκτείνει μονομαχήσας Ἰωνάθαν τις Σουβαῖος, ὅθεν καὶ νίκης αἴτιος γίνεται. Ἔκτοτε οὖν παύονται Καὶ Παλαιστινοὶ τοῦ πρὸς Ἑβραίους μάχεσθαι. Εφ´ ᾧ λαβὼν ἄδειαν ὁ Δαβὶδ ὑμνεῖν ἤρξατο τὸν Θεὸν καὶ τὰς ᾠδὰς ἔπλεκεν. Ἰστέον δὲ ὅτι στοατιώτας ἀμάχους μὲν τὴν ἰσχὺν πολλοὺς ὁ Δαβὶδ ἐκτήσατο, ἐξαιρέτως δὲ πέντε. Ὁ μὲν γὰρ αὐτῶν χʹ ἀνεῖλεν ἐν μιᾷ ἡμέρα, ὁ δὲ κατ´ ἐχθρῶν ἐκπηδήσας οὐκ ἂν ἐπαύετο εἰ μὴ ἐννακοσίους ἀνεῖλε. Τοσοῦτον γὰρ τολμηροὶ ἦσαν ὡς καὶ τρεῖς ἐξ αὐτῶν πρὸς Πηθλεὲμ ἀπελθεῖν καὶ ἀγαγεῖν ὕδωρ τῷ Δαβὶδ ἐντὸς ὄντι Ἰεροσολύμων. εἰσολθάν τας αὐτοὺς καὶ ἐξελθόντας διὰ μέσων τῶν Παλαιστινῶν ἔξω παρακαθημένων καὶ μὴ τολμησάντων Καὐτοῖς ἀντιπεσεῖν διὰ ὰ τοσοῦτον θράσος αὐτῶν. Ὃ ὕδωρ οὐκ ἠθέλησε πιεῖν ὁ Δαβὶδ, ἀλλ´ ἔσπεισε τῷ Θεῷ, καὶ τοὺς στρατιώτας ἐθαύμασε. Μετὰ δὲ ταῦτα χειροτονηθεὶς πάρὰ τοῦ Δαβὶδ ὁ Σολομῶν ἐκάθισεν ἐπὶ θρόνου Κυρίου εἰς βασιλείαν, σουτέστιν εἰς τὸν δοθέντα θρόνον αὐτῷ παρὰ Κυρίου. Τῆς δὲ πρώτης βίβλου τῶν Παραλειπομένων πὸ τέλος δηλοῖ ὅτι καὶ Σαμουὴλ ὁ ὁρῶν καὶ Νάθαν ὁ προφήτης καὶ Γὰδ ὁ ὁρῶν βίβλους εἴχον συγγεγραμμένας. Ἰστέον ὅτι Ὁρνίας καὶ Ἀδωνίας ὁ αὐτὸς ἦν, υἱὸς δὲ Δαβίδ· διώνυμος γάρ. Οὗτος δειπνοκλήτορας ἔχων τὸν Ἰωὰβ καὶ τὸν Ἀβιάθαρ περὶ τῆς βκσιλείας ἐμελέτα. Ὁ δὲ Νάθαν μηνύει τὰ περὶ","prev":{"citation":"Annales 206","label":"206","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/206","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/206"},"next":{"citation":"Annales 208","label":"208","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/208","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/208"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}