{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 213","citation":"Michael Glycas, Annales 213","ref":"213","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/213","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/213","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/213.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":428,"text":"τοῦτο ἦν, προφήταις ἂν ἁγίοις ἐναρίθμιος ἦν, καὶ οὐκ ἂν αὐτὸν ὁ θειότατος Κύριλλος τῆς τῶν προφητῶν ἐποίει μερίδος ἀλλότριον. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Σολομῶντος υἱὸς Ῥοβοὰμ, ἐφ᾽ οὕ καὶ διασχίζεται ὁ λαὸς, ἅτε μὴ θελήσαντος ἀναπαῦσαι αὐτοὺς βεβαρημένους ἤδη ὄντας τῷ τοῦ Σολομῶντος ζυγῷ. Καὶ δύο μέν φυλαὶ, ἥ τε τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμὶν, αὐτῷ ἐναπέμειναν, αἱ δὲ λοιπαὶ δέκα ὑπετάγησαν τῷ Ἱεροβοὰμ ἐν Σαμαρείᾳ διάγοντι. Διὰ γὰρ τὸν φόβον τοῦ Σολομῶντος ἐν Αἰγύπτῳ διέτριβεν, ἐκείνου δὲ παρελθόντος εἰς Σαμάρειαν ἔρχεται. Καὶ ὁ μὲν ὑπ´ αὐτὸν λαὸς καὶ Ἰσραὴλ ἐλέγετο· ἀπὸ γὰρ τοῦ Ἐφραῖμ υἱοῦ Ἰωσὴφ ὁ Ἱεροβοὰμ κατήγετο. Τοῦτον δὲ τὸν λαὸν ᾐχμαλώτευσεν ὁ πρὸ τοῦ Σενναχηρεὶμ κρατῶν τῶν Ἀσσυρίων Σαλμανασὰρ, ἐν οἷς ἦν καὶ ὁ δίκαιος Τωβήτ. Ἀα´ ὧν πολλοὺς ἔργον φόνου πεποίηκεν ὁ Σενναχηρεὶμ, ὅτε μετ´ αἰσχύνης ἐξ Ἰερουσαλὴμ ὑποστρέφει, εὶ καὶ τὸ τέλος οὐκ εἰς καλὸν ἀπέβη αὐτῷ· εἰς γὰρ τὸν Θεὸν βλασφημήσας ὑπὸ τῶν ἰδίων τέκνων ἀνῄρητο τὴν ζωήν. Ὃ Ἱεροβοὰμ, ἵνα μὴ ἀποσχίζηται ὁ λαὸς θέλων εἰς Ἰεροσόλυμα ἔρχεσθαι διὰ τὸν ναὸν, τῆς ἀσεβείας κατάρχεται πρῶτος καὶ τὰς χρυσᾶς δαμάλεις ἴστησι. Τηνικαῦτα καὶ ὁ προφήτης Ἰωὴλ, ὁ καὶ ἄνθρωπος τοῦ Θεοῦ, ἐξ Ἰούδα παρεγένετο εἰς Βαιθὴλ ἐν λόγῳ Κυρίου, καὶ εἶπε· εΘυσιαστήριον, θυσιαστήριον, ἰδοὺ τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ὀστᾶ ἀνθρώπων ἐπὶ σὲ κατακαύσει.» Τότε δὴ τότε καὶ τὴν χεῖρα τοῦ Ἰεροβοὰμ ξηρανθεῖσαν διὰ τὸ κινηθῆναι κατὰ τοῦ προφήτου αὐτὸς ὁ προφήτης ἰάσατο. Προφήτης δέ τις ὤν ἐκεῖσε ἐβιάσατο τὸν ἄνθρωπον τοῦ Θεοῦ φαγεῖν ἄρτον μετ´ αὐτοῦ, καὶ ταῦτα τοῦ Θεοῦ πρὸς αὐτὸν εἰπόντος ἀπελθεῖν μὲν εἰς Βαιθὴλ, καὶ μήτε ἄρτον φαγόντα μήτε ὕδωρ πιόντα ὑποστρέψαι. Ἐφ´ ᾧ καὶ καθημένων ἐπὶ τραπέζης λόγος Κυρίου ἐγένετο πρὸς τὸν προφήτην ἐκεῖνον, ἵνα εἴπῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ· «ʹΑνθ’´ ὤν ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμάσου εἰς τὸν τάφον τῶν πατέρων σου.» Ἐφ´ ᾧ καὶ ὑποστρέφων ὑπὸ λέοντος κατὰ τὴν ὁδὸν θανατοῦται. Καὶ ὁ μὲν θὴρ ἀπέπνιξε μόνον αὐτὸν, ἐπὶ πλέον δὲ χωρῆσαι οὐδὲ ἐπόλ μησε· τὸ γὰρ σῶμα τοῦ προφήτου δίκας εἰσπραχθὲν διὰ τὴν παρακοὴν, αὐτὴν δηλαδὴ τὴν πνιγμονὴν, ἐδικαιώθη ἔκτοτε, καὶ οὐκέτι βορὰ τῷ λέοντι προὔκειτο. Καὶ τὸν μὲν προφήτην ἐκεῖνον ψευδοπροφήτην εἶναι λέγει καὶ πονηρὸν καὶ ἀπατεῶνα τοῦ Ἰεροβοὰμ ὁ Ἰώσηπος. Ὁ δὲ Θεοδώρητος ἀληθῆ προφήτην τὸν τοιοῦτον εἶναι λέγει, παράγων καὶ τὴν Γραφὴν οὕτω λέγουσαν· «Διεσώθη τὰ ὀστᾶ τοῦ προφήτου τοῦ πρεσβύτου τοῦ κατοικοῦντος ἐν Βαιθήλ Θετὰς τῶν ὀστῶν τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἥκοντος ἐξ Ἰούδα καὶ λελαληκότος πάντα τὰ ἔργα ἃ ἐποίησεν","prev":{"citation":"Annales 212","label":"212","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/212","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/212"},"next":{"citation":"Annales 214","label":"214","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/214","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/214"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}