{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 214","citation":"Michael Glycas, Annales 214","ref":"214","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/214","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/214","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/214.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":379,"text":"ἐδίδαξεν, [οσιυίμς μίο ἅοοηκ ἅρρεΙΙαέ, Οὴῖεεοτυη Ἐπαινεῖ ἡ Γρ-φὴ καὶ τοῦ Ἀσᾶ τὴν προτέραν εὐ σέβειαν· «Ἐποίησε,» γάρ φησιν, «Ἀσᾶ τὸ εὐθῆ ἐνῶ πιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.» Ὅθεν καὶ τοὺς ὁαόρους πάντας ὑπέταξεν. Ἀλλὰ καὶ ἑορτὴν ἐπινίκιον ἐκτελέσας ὀμόσαι παρεσκεύασεν ἅπαντας ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται. Ἀλλὰ καὶ τὴν μητέρα αὐτοῦ τῇ Ἀστάρτῃ λατρεῦσαι προελομένην τῆς βασιλείας ἐγύμνωσεν.Οὐκ ἐν πᾶσι δὲ τέλειος ἦν· οὐδὲ γὰρ ἐξῆρε τὰ ὑψηλά. Καὶ τοῦ Βασᾶ δὲ στρατεύσαντος κατ´ αὐτοῦ, οὐ τὸν Θεὸν εἰς συμμαχίαν ἐκάλεσεν, ἀλλὰ τὸν βασιλέα Συρίας. Ἐφ´ ᾧ καὶ δι´ Ἀνανῆ τοῦ προφήτου τὴν ἀπιστίαν διήλεγξεν ὁ φεὸς εἰπών, «Ἐν τῷ πεποιθέναι σε βασιλεῖ Συρίας, καὶ μὴ ἐπὶ Κύριον τὸν Θεόν σου, ἤτοι ὁ Βασᾶν κατὰ σοῦ, διὰ τοῦτο ἐσώθη ἡ δύναμις βασιλείας Ἰσραήλ.» Ὦ δὲ Ἀσᾶ μὴ θρηνήσας ἐπὶ τούτοις, ὡς δέον ἦν, τὸν γροοήτην ἐφυλάκισε, καὶ νοσήσας ὕστερον οὐ τὸν Κύριον ἐζήτησεν, ἀλλὰ τοὺς ἰατροὺς, ἴσως δὲ τοὺς Κφαρμακούς. τοιὴ δοοοοῖι. Βοίο Λοιὺο οτιεριεΠοαοροΟυωἱ οοΓφί, εε ᾶίοοε; ο ρροἷαἰαηρ ῶνίοεεῖᾳ νιλρῆΡἱ εἰ ρραΙἰοΓωρ νεῖμΗἱ. Ἐπαινεῖ δὲ καὶ τὸν Ἰωσαφὰτ ὡς τὴν ἀρετὴν ἐζηλωκότα κατ´ ἀρχὰς τοῦ Δαβίδ. Τὸ γὰρ, «Ὑψώθη αὐποῦ ἡ καρδία,» οὐ κατηγορία, ἀλλ´ ἔπαινος· ἐπήγαγε γὰρ, «ἐν ὁδοῖς Κυρίου.» Ἐπιμέμφεται δὲ αὐτῷ τὴν γαμικὴν ἐπιμιξίαν ἣν πρὸς τὸν Ἀχαὰβ ἐποιήσατο· Γοθολίαν; ἀρ τοῦ Ἀχαὰβ τὴν θυγατέρα κατεγγύησε τῷ παιδὶ αὐτοῦ. Ὅπερ δὲ ἀφῆκεν ἡ τῶν βασιλειῶν ἱστορία, ἐνταῦθα ῥηθήσεται. Ἐπανιόντι γὰρ αὐτῶ ὰπὸ τῆς τοῦ Ἀχαὰβ παρατάξεως τῷ Ἰωσαφὰτ ἀπήντησεν Ἰηοῦ προφήτης ὁ τοῦ Ἀνανῆ, καὶ εἶπεν αὐτῷ. «Μασιλεῦ Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς; εἰ μισουμένῳ ὑπὸ Κυρίου σὺ φιλιάζῃ; διὰ τοῦτο ἐγένε. το ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου. Ἀλλ´ οἱ ὀλίγοι ἀγαθοὶ εὐρέθησαν ἐν σοὶ, ὅτι ἐξῆραᾷ τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.» Ἐντεῦθεν οὖν μανθάνομεν ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ πρῶτα κατορθώΚματα. Ὁ τοίνυν Ἰωσαφάτ δεξάμενος τὸν ἔλεγχον διωρθώσατο ἐπὶ πᾶσι, καὶ κριτὰς τῇ πόλει ἐπέστησεν, ἵνα δικαίως πάντα ποάττοιντο Ἀλλὰ καὶ πο´ λεμίων ἐπιστάντων πρὸς Θεὸν κατέφυγεν, ὃς καὶ Κπαρεθάῤῥυνεν αὐτὸν διὰ τοῦ Ἰεζεκιὴλ λέγων· Μὴ φοβηθῆτε τὸ πολὺ πλῆθος, ἀλλ´ αὕριον ἐξέλθατε » Πρώτους δὲ τοὺς Λευΐτας ὁ βασιλεὺς ἐξήγαγεν · ὅθεν καὶ οἱ πολέμιοι ἀλλήλους κατέκοψαν. Ὅρα δὲ καὶ ἐτέραν βίβλον προφητικήν· λέγει γὰρ ἡ ἱστορία · «Καὶ οἱ πολλοὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἕσχατοι οὐκ ἰδοὺ γεγραμμένοι εἰσὶν ἐν λόγοις Ἰηοῦ υἱοῦ Ἀνανῆς»","prev":{"citation":"Annales 213","label":"213","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/213","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/213"},"next":{"citation":"Annales 215","label":"215","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/215","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/215"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}