{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 217","citation":"Michael Glycas, Annales 217","ref":"217","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/217","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/217","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/217.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":395,"text":"κρίκατι περιπίπτουσι, καὶ ὅπως ἀγανακτεῖν περ σκευάζουσι τὸν Θεὸν, οἱ τὰς ἐλπίδας αὐτῶν ἀστρολόγοις καὶ μάντεσιν ἀναθέμενοι. Ἄξιον δὲ θρηνῆσαι τῶν δυσσεβῶν τὴν ἀλογίαν. Οὐ γὰρ μόνον τὰ μέγιστα τῶν ζώων ἐθεοποίησαν, ἀλλὰ καὶ τὰ σμινρότασα καὶμύσους μεστά. Τί γὰρ μυσαρώτερον μυίας; Ἀλλ´ ὅμως καὶ τὴν εἰκόνα ταύτης Θεὸν ἀνηγόρευσαν, καὶ ήν ζῶσαν ταῖς ῥιπίσιν ἐλαύνουσι, ταύτης τὸν τύπον θεὸν ὠνομάκασιν. Ὁ δέ γε τῶν προφητῶν κορυφαῖος Ἠλίας, ὁ παῤῥησίαν ἔχων τοσαύτην ὥστε καὶ πρὸς Ἀχαὰβ οὕτως εἰπεῖν, «Ζῇ Κύριος ὁ Θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα δούσος ἢ ὑετὸς εἰ μὴ διὰ λόγου στόματός μου,» ὁ τοὺς ἱερεῖς τοῦ Βάαλ ἐπὶ τοσοῦτον καταισύνας ὥστε καὶ πάντας αὐτοὺς τῇ προτροπῇ αὐτοῦ παρὰ τῶν Ἰσραηλιτῶν ἀποκτανθῆναι, ἵνα μή τι πάθῃ ὑπέρογκον, τοσοῦτον παρὰ τῆς Ἰεζάβελ συγχωρεῖται διώκεσθαι ὡς καὶ πρὸς τὸν Θεὸν εἰπεῖν,» Ἱκανούσθω δὴ, λάβε τὴν ψυχήν μου ἀπ´ ἐμοῦ. Λὴ κρείσσων ἐγὼν ὑπὲρ τοὺς πατέρας μου;» Ἀπορήσειε δ´ ἄν τις πῶς ἅγιος ὢν ὁ προφήτης καὶ κατὰ νόμον πολιτευόμενος ἤσθιε τὴν διὰ κοράκων τροφήν. Λὐτὸς ὁ νομοθέτης ταύτην αὐτῷ διὰ τῶν κοράκων προσέφερε, καὶ ἄρτον μὲν ἕωθεν, δείλης δὲ κρέα. Οἱ γὰρ νόμοι οὗτοι διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν ἐτέθησαν. Καὶ γὰρ καὶ Σαμψὼν διὰ μὲν τὴν μέθην καὶ τὴν λαγνείαν ἐγυμνώθη τῆς χάριτος, φαγὼν δὲ τὸ κηρίον τοῦ μέλιτος, ὃ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι, κατηγορίαν οὐδεμίαν ἐδέξατο. Πρόσεχε δέ, ἀγαπητέ. Ἡνίκα προσῆλθε τῇ Σαραφθίᾳ ὁ προφήτης καὶ ἄρτῳ ἐδεξιώθη αὐτοσχεδίῳ ἔν τῶ καιρῷ τοῦ λιμοῦ, τοῖς ἀγγείοις ἐκείνοις ἐπηύξατο οὖτως εἰπών· «Ἰἱ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει.» Ἀλλ´ ἐνταῦθα ἔητῆσαι ἄξιον εἴπερ ἀληθως ἐν τῷ καὶλψάκῃ ἐκείνῳ ἔλαιον ἦν. Ἔγωγε γὰρ τοῦ προφήτου ἀκούων λέγοντος, «Καὶ ὁ καμψάκτς τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, ἕως οὗ δώσει τὸν ὑετὸν αὐτοῦ ἐπὶ τῆς γῆς,» οὐκ οἷμαι τὸν προφήτην περὶ ἐλαίου εὕξασθαι. Τοσούτου γὰρ ὄντος αὐχμοῦ, καὶ τῶν ἀνθρώπων ἐκλειπόντων τηνικαῦτα τῇ ἀνυδρίᾳ, τίς ἡ ὠφέλεια εἴπερ ὁ καμψάκης ἐπήγαζεν ἔλαιον; οὐκ ἦν λοιπὸν ὁ καμψάκης ἐκεῖνος ἐλαίου καμψάκης, ὅτι μηδὲ χρεία ἐλαίου τοῖς ἕνεκεν ὕδατος κάμνουσιν Ἐπεὶ δὲ τὸ ἔλαιον ἀγαλλίασιν· ὑπεμφαίνει παρὰ τῇ Γραφῇ, διὰ τοῦτο καμψάκην ἐλαίου τὸν καμψάκην ἐκεῖνον ὁ προφήτης ἐκάλεσεν. Οὐδὲ γὰρ ἔτερον ἀγαλλίασιν ἐπὶ τοσοῦτον εἰσφέρει ὡς αὐτὸ τὸ ὕδωρ ἐν αὐχμώδει καιρῷ. Καὶ πειθέτω σε ἡ ἁγία Γραφὴ, μέλι τὸ ὕδωρ καλέσασα. Οἱ γὰρζΗβραῖοι δίψει συσχεθέντες ἀφορήτῳ κατὰ τὴν ἔρημον, καὶ ὕδωρ εὐρόντες, μέλιτος ἐδόκουν ἐμπίμπλασθαι. Πρὸς γοῦν τὴν διάΟεσιν","prev":{"citation":"Annales 216","label":"216","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/216","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/216"},"next":{"citation":"Annales 218","label":"218","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/218","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/218"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}