{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 224","citation":"Michael Glycas, Annales 224","ref":"224","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/224","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/224","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/224.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":420,"text":"τὴν τοῦ Μωσέως ἐπικτῶνται πεντάτευχον· καὶ οὕτω τὸν ἀληθινὸν Θεὸν ἐπιγνόντες ἀβλαβεῖς τοῦ λοιποῦ διετηρήθησαν, εἰ καὶ εἰς αἱρέσεις ἐντεῦθεν ἐξώκειλαν, ἅτε μὴ κατ´ ὀρθὸν λόγον ταῖς ἱεραῖς βίβλοις ἐγκύπτοντες. Τὰ δὲ ἔτη τῶν βασιλευσάντων ἐν Σαμαρείᾳ σν´ καὶ γʹ, ἐκ διαφόρων μὲν γεγονότων, πάντων δὲ πεποιηκότων τὸ πονηρὸν κατὰ τὴν ἁμαρτίαν Ἰεροβυάμ. Τὴν μὲν οὖν ἀπὸ Περσίδος των Ἰουδαίων ἐπάνοδον ἐξηγήσατό τε ὁ Ἔσδρας καὶ συνεγράψατο. Ἡ δὲ πρόφασις τῆς ἐπανόδου κατὰ τὸν Ἰώσηπον αὕτη. Τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ἐν οἱς ἦν καὶ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι τεθείσης συμφωνίας αἰτῆσαι τὸν νικῶντα ἅπερ ἂν ἐθελήσῃ παρὰ τοῦ βασιλέως. Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, καὶ τοῦ ἑτέρου τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπε νικᾷν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπεὶ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ἃ βούλεται, ἠξίωσεν αὐτὸν ἀφεθῆναι τὴν αἰχμαλωσίαν. Ὃ δὴ καὶ γέγονε· τηνικαῦτα καὶ γὰρ ἐπληροῦντο τὰ οʹ ἕτη τῆς θείας ὁργῆς. Καὶ οἱ μὲν οἰκοδομοῦντες τὸν ναὸν ἦσαν Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, οἰκοδομηθῆναι δὲ ὁ τοιοῦτος ἔφθασε ναὸς τὴν δευτέραν ταιίτγν οἰκοδομὴν ἐν χρόνοις μϛʹ´ διὰ τὸ παρὰ τῶν γειτονούντων ταύτην κωλύεσθαι· ἡ γὰρ πρώτη ἐν χρόνοις εἴκοσι ἐγένετο παρὰ Σολομῶντος, ὡς Ἔσδρας. Ἰστορεῖ. Καὶ τὴν μέντοι ἀπὸ Βαβυλῶνος τῶν Ἰουδαίων ἐπάνοδον, ναὶ μὴν καὶ τὴν τῶν νεκρῶν παγκόσμιον ἀνάστασιν αἰνιττόμενος ὁ Θεὸς ὑπέδειξε τῶ Ἰεζεκιὴλ πεδίον πλῆρες ὀστῶν νεκρῶν, ἃ παραδόξως ἐζωογονήθησαν. Ὁ μὲν οὖν Ἔσδρας εὐφυής ὤν προεκόμισε τότε τὸν νόμον, καὶ ἀνέγνω, καὶ ὑπετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν, καὶ τοὺς λεβόντας ἀλλογενεῖς γυναῖκας ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐκβαλεῖν πεποίηκε. Καὶ οὕτω πάντες καθαρ·σθέντες ἐποίησαν τὸ Πάσχα. Ἀλλὰ καὶ αὖθις γυναῖκας ἑωρακὼς Ἀζωτίους Ἑβραίοις ἐπιμιγείσας καὶ θρηνήσας, ἔπεισε τὸν λαὸν ταύτας ἐκβαλεῖν ὡς γάμον παράνομον. Λέγεται δὲ καὶ τοῦτο, ὡς εἰ μὴ ἦν ὁ Ἕσδρας, οὐκ ἂν οὐδὲ ἕν βιβλίον διά γε τὴν τῶν Ἰουδαίων ῥαθυμίαν καὶ τὴν πολυχοόνιον αἰχμαλωσίαν μέχρι τοῦ νῦν διεσώζετο. Ιροσσχεῖν δὲ ἄξιον καὶ τῷ μεγάλῳ Κυρίλλῳ ἐν τοῖς κατὰ Ἰουλιανοῦ καὶ τάδε περὶ τούτου διειληφότι· Ἐπεὶ δὲ αρὸς τὴν ἐνεγκοῦσαν ἀπεκομίζοντο οἱ Ἰουδαῖοι καὶ νόμῳ τῷ διὰ Μωσέως παιδαγωγεῖσθαι πάλιν ἐσποή δαζον, τότε δή τότε παρ´ αὐτοῖς ἐδέχετο σκῆπτρον χοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὥστε εἰ καὶ καταλῆξαί φησιν ὁ παράφρων εἰς Σεδεκίαν τὴν τοῦ Δαβὶδ βασιλείαν, ματαιάζειν ἔοικε προφανῶς, εἴ γε μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν τρῖς τες βασιλείας θώκοις ὁ Ζοροβάθελ ἐνιδρυμένος ἐφαίνετο. Οὗτος μὲν οὖν παρέπεμψε τὸ σκῆπτρον διὰ ῶν ἐφεξῆς μέχρι τῆς Ἡρώδου βασιλείας, ὅς μητρὸς μὲν γέγονεν Ἰουδαίας, ἀλλογενοῦς δὲ πατρός. Ἐκλελοιπότων γὰρ οὕτω των ἐκ τῆς Ἰούδα φυλῆς τὸ","prev":{"citation":"Annales 223","label":"223","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/223","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/223"},"next":{"citation":"Annales 225","label":"225","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/225","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/225"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}