{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 229","citation":"Michael Glycas, Annales 229","ref":"229","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/229","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/229","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/229.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":325,"text":"τὴν κοιλίαν αὐτῆς ἀνατέμνουσι καὶ σῶον αὐτὸν ἐκεῖθεν ἐκβάλλουσιν, ὅθεν Καῖσαρ ἐλέγετο, ἀφ´ οὐ καὶ πάντες οἱ Ῥωμαίων βασιλεῖς Καίσαρες προσηγορεύθησαν · κατὰ γὰρ τὴν Ῥωμαίων γλῶτταν ἀνατομὴ τὸ Καῖσαρ λέγεται. Οὗτος ὃ Ἰούλιος Καῖσαρ δικτάτωρ ἐκαλεῖτο, τουτέστι μονάρχης· αὐτὸς γὰρ μόνος καὶ πρῶτος τὸ Ῥιομαῖοὸν ἐκράτησε σκῆπτρον ἔτη ιηʹ. Ὅς καὶ νόμους Ῥωμαίοις ἔδωκε,, καὶ τὰς ἰνδίκτους καὶ τὸν βίσεκτον ἔφερε, καὶ τὸν μῆνα Ἰούλιον ὠνόμασε πρότερον Κιντίλιον λεγόμενον. Μετὰ δὲ Ἰούλιον ἐβασίλευσεν ὁ ἐκ βρέφους μὲν Ὀκτάβιος, Αὔγουστος δὲ διὰ τὴν λαμπρότητα ὕστερον εἰ καί- τινες αὐτὸν ἔτερον λέγουσιν Ὀκταβίου υἱὸν ἔτη νʹ καὶ ϛʹ. Ἀφ´ οὗ καὶ σεβαστοὶ καὶ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ μὲν Αὔγουστος ἐκλήθη ὁ καὶ πρότερον Σεκστίλιος. Αὔγουστος δὲ ὁ Καῖσαρ καλεῖται παρὰ Ῥωμαίοις ὡς καὶ πλεῖον τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων· πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια Αὕγουστα προσαγορεύονται. Διὰ γὰρ τοῦτο καὶ σεβαστὸν εἶπον αὐτὸν ἀπὸ τοῦ σεβά ζεσθαι, ὥσπερ τινὰ σεπτόν. Ὁ Καῖσαρ μετὰ τὸ τοὺς ἀντικειμένους αὐτῷ νικῆσαι, καὶ αὐτὸν δὲ τὸν Ἀντώνιον ναυμαχοῦντα, τὸ κράτος ἅπαν ἔσχε καὶ μονάρχης γέγονεν. Ἐν δὲ τῷ τοῦ στρατοπεθίου τόπῳ κτίσας πόλιν Νικόπολιν ταύτην ὡνόμασεν. Ἔστησε. δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. Αές γεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ´ ἣν ἡμέραν ἡ ναυ. μαχία συνέστη, ἀνθρώπῳ συναντῆσαι ὄνον ἐλαύνοντι· καὶ ὃς ἐρωτηθεὶς, «Ἐμοὶ μὲν, ἔφη, Εὐτυχὴς ὅνομα,, τῷ δὲ ὄνῳ Νίκων.» Αἱ δὲ στηλαι αὐται ὕστερον κνεκομίσθησαν εἰς τὸ Βυζάντιον, καὶ ἔστησαν ἐν τῷ Ἱπποδρομίῳ. Ἀλλὰ καὶ Κλεοπάτραν χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας, καθεῖλε τὴν βααιλείαν Πτολεμαίων διαρκέσασαν ἔτεσι διακοσίοις καὶ ἐννενήκοντα. Καὶ πάσης δὲ τῆς γῆς κυριεύσας, καὶ τοὺς τοπάρχας καταλύσας, ἀνεῖλε τοὺς φονεύσαντας τὸν θεῖον αὐτοῦ Ἰούλιον. Τότε δὴ, τότε καὶ τὰ τοῦ Ἡσαϊου πέρας εἴληφεν· «Μὴ λήψεται ἔθνος κπὶ ἔθνος μάχαιραν.» Κατελύθησαν γὰρ αἱ κατὰ τρπους τοπαρχίαι καὶ βασιλεῖαι καὶ οἱ ἀνὰ μέσον αὐτῶν πόλειμοι. Ἡ οὐκ οἶδας; Ὁπηνίκα ταῦτα ἐπροφητεύετο, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐκράτει, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἕτερος Μωαβιτῶν. Τοῦ δὲ Χριστοῦ κατὰ σάρκα γεννηθέντος ὑπὸ τὴν Ρωμαϊκὴν","prev":{"citation":"Annales 228","label":"228","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/228","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/228"},"next":{"citation":"Annales 230","label":"230","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/230","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/230"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}