{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 235","citation":"Michael Glycas, Annales 235","ref":"235","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/235","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/235","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/235.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":410,"text":"κυνῆσαι; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν, οὔτε ἡ αἰκία περιωανής,» Καὶ μετ´ ὀλίγα·» Οὐδέν τι τῶν αἰσθητῶν μέγα ἐκεῖ, ἀλλὰ φάτνη καὶ καλύβη καὶ μήτηρ πτωχὴ, ἐνα γυμνὴν τῶν Μάγων ἴδῃς τὴν φιλοσοφίαν.» Μάνθανε οὐν ἐντεῦθεν ὅτι καὶ οἰκίαν καὶ καλύβην τὸ σπήλαιον ὁ Χρυσοῤῥήμων ἐκάλεσεν, ἔνθα καὶ ἡ φάτνη. Μὴ οὖν ἔνθεν κἀκεῖθεν περιπλανάσθω σου ἡ διάνοια, τῷ Χρυσορρήμονι δὲ πρόσεχε μᾶλλον, ὅτι καὶ σάλπιξ οὗτος χρυσήλατος τοῦ παναγίου κεχρημάτικε Πνεύματος, Γεννᾶται οὗν, ὡς εἴρηται, ὁ Χριστὸς, κἀντεῦθεν ὀκταήμερος περιτέμνεται, ἐν τῷ ναῷ προσάγεται μεθ´ ἡμέρας μʹ. «Καὶ ἐπλήσθησαν» γάρ φησιν, «αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωσέως, καὶ ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα,» κατὰ τὸν οὕτω λέγοντα νόμον· «Ἐἀν σπερματισθῇ γυνὴ ἀπὸ ἀνδρὸς καὶ τέκῃ παιδίον ἄῤῥεν, ἀκάθαρτος αὕτη μενέτω ἡμέρας μʹ., ἐνα δὲ θῆλυ τέκῃ παιδίον, ἡμέρας πʹ.» Διὰ τί δὲ καὶ τίνος ἕνεκεν ταῦτα; ὁ ἐμπρόθεσμος οὗτος τῆς ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη τῇ μητρὶ τοῦ θήλεως; Ὁ μὲν οὖν Θεοδώρητος οὕτως εὕρηται περὶ τούτων διεξιών, ὅτι τὰ τῆς τοιαύτης ἀκαθαρσίας ἀναπαύσεως χάριν ἐνομοθετήθη ταῖς γυναιξί, βαρυνομέναις δῆθεν τῷ τῆς ἐγκυμονίας καιρῷ· διὰ γὰρ τοῦ φόβου τῆς ἀκαθαρσίας ἀναχαιτίζει τοὺς ὁμοζύγους ὁ νόμος, καὶ πείθει τηνικαῦτα ταῖς γαμεταῖς αὐτῶν μὴ προσέρχεσθαι. Καὶ ἐπειδὴ τὸ θῆλυ μείζονι καθυποβάλλει ἀχθηδόνι τὴν αὐτὸ φέρουσανέγεται γὰρ ὅτι τάχιον ἐν τῆ γαστρὶ σκαίρει τὸ τοιοῦτον ἢ τὸ ἄῤῥεν], τούτου χάριν ὁ τῆς ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη ταῖς τικτούσαις τὰ θήλεα, ὡς ἐντεῦθεν αὐτὰς διπλασίω κεκτῆσθαι καὶ τὴν ἀνάπαυσιν. Καὶ τὰ μὲν τοῦ Θεοδωρήτου ταιαῦτα· ὁ δὲ θειότατος Κύριλλος ἐν ἡμέραις μὲν εἰδοποιεῖσθαι τὸ ἄῤῥεν φησὶ μʹ, τὸ θῆλυ δ´ αὖ ἡμερῶν π´ δέεσθαι πρός γε τὴν εἰς εἶδος τὸ ἀνθρώπινον πάροδον. Καὶ ἐπειδὴ τὸ μὲν ἄῤῥεν καθαρισμοῦ χάριν ἐν ἡμέρᾳ τῇ τεσσαρακοστῇ, τὸ δὲ θῆλυ τῇ ὀγδοηκοστῇ προσεφέρετο τῷ ναῷ, φαίνεται πάντως ὅτι καθάρσεως ἡ τοιαύτη πλάσις δέεται παρὰ Θεοῦ. Καὶ οὕτω μὲν οἱ θεῖοι περὶ τούτου Πατέρες· ἡ δὲ λεγομένη Λεπτὴ Γένεσις, οὐκ οἶδ ὅθεν συγγραΚφεῖσα καὶ ὅπως, φησίν ὅτι μεθ´ ἡμέρας πʹ εἰσῆλθεν ὁ Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ Εὔα μεθ´ ἡμέρας πʹ, καὶ τούτου χάριν ἐν ἡμέραις τοσαύταις προσάγονται τῷ ναῷ τό τε ἄῤῥεν καὶ τὸ θῆλυ, ἀναλόγως τάχα γῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ. Ἀλλ´ ἄφες αὐτήν· ἡ γὰρ τοῦ Μωσέως ἀληθής ἱστορία δείκνυσιν ὄτι τῇ ἔκτῃ ἡμέρᾳ τὸν Ἀδάμ ἔπλασεν ὁ Θεὸς, καὶ ἔθετο ἀὐτὸν εὐθέως ἐν τῷ παραδείσῳ· καὶ τὴν Κὔαν ὡσαι τως ἐν αὐτῷ πλάττει τῷ παραδείσῳ ἐν τῇ ἕκτῃ ἡμέρᾳ, μίαν τῶν πλευρῶν λαβὼν τοῦ Ἀδάμ· μετὰ γὰρ τὴν ἕκτην ἐποίησεν οὐσέν.","prev":{"citation":"Annales 234","label":"234","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/234","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/234"},"next":{"citation":"Annales 236","label":"236","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/236","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/236"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}