{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 237","citation":"Michael Glycas, Annales 237","ref":"237","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/237","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/237","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/237.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":343,"text":"ϟθεότητα κατάθηλον ἐντεῦθεν ἐποίησεν, ὅτι μηδὲ σημεῖον ἐκεῖσε τηνικαῦτα εἰργάσατο, μόνην δὲ τὴν ἐπικαθημένην τοῖς αὐτοῦ χείλεσι χάριν ὑπέδειξε καὶ ἔκτοτε πάλιν ἐαυτῷ συνεσκίασεν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν ἐν τῇ κατὰ Ἰωάννην ἑρμηνείᾳ φησίν. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὸ βάπτεσμα καὶ τὸ ἐν Κανᾷ σημεῖον, ἐκλέγεται μαθητὰς, δυοκαίδεκα τὸν ἀριθμὸν, ἀπόρους δὲ πάντας καὶ ἰδιώτας, ἀλιεῖς, ἀγραμμάτους καὶ τῆς μερίδος ὄντας τῶν ἀφανῶν. Διὰ τί δὲ ταῦτα καὶ τίνος ἕνεκεν; Ἵνα τὸ δι´ αὐτῶν κατορθούμενον τῇ τοῦ Θεοῦ δυνάμει καὶ σοφίᾳ λογίζηται. Καὶ τοῦτό ἐστιν ὅπερ ἔλεγε πρὸς Παῦλον ὁ Κύριος· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς, μου ἐν ἁσθενείᾳ τελειοῦται.» Καὶ ὁ μὲν ἀληθὴς λόγος πτωχείαν καὶ ἰδιωτείαν λέγει προσεῖναι τοῖς μαθηταῖς τοῦ Χριστοῦ· Ἐπιφάνιος δέ τις πρεσβύτερος ἐν λόγῳ αὐτοῦ, ὃν ἐπὶ τῷ γενεθλίῳ δῆθεν τῆς παναμώμου Μητρὸς τοῦ Κυρίου ἐξέδωκε, καὶ τάδε φησὶν, ὅτι ὁ υἱὸς Ζεβεδαίου Ἰωάννης μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ ἐπώλησεν πᾶσαν τὴν αὐτοῦ κτῆσιν τὴν ἐν Ζεβεδῇ καὶ ἐλθὼν εἰς Ἱερουσαλήμ ἠγόρασε τὴν ἁγίαν Σιών· ὅθεν ὡς τοῦ Καϊάφα καταμένοντος ἐν τῇ ἀγορασίᾳ Ἰωάννου. κατὰ τοῦτα λέγεται οὖτος εἴναι γνώριμος τῷ ἀρχιερεῖ· καὶ τὰ μὲν ἡμίση ἔδωκε τῷ ἀρχιερεῖ, εἰς δὲ τὰ λοιπὰ ἡμίση ἡτοίμασε τὸ πάσχα, ἤγουν τὸ μυστικὸν. δεῖπνον τοῦ Χριστοῦ. Ἡνίκα καὶ γὰρ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· «Ὑπάγετε πρὸς τὸν δεῖνα, » Ἰωάννην ἐδήλου τὸν Θεολόγον. Ἐκεῖ λοιπὸν ἐτέλεσαν τὸ μυστικὸν δεῖπνον, καὶ ἐκεῖ ἔμειναν· καὶ ὡς οὐκ ἤμην ἐκεῖ, μηδὲ πιστεύσῃς μοι. Ο γὰρχρυσοῤῥήμων Ἰωάννης τοσαύτην ἔλεγε πτωχείαν ἔχειν τόν τε Ζεβεδαῖον καὶ τοὺς υἱοὺς αὐτοῦ, ὥστε καθῆσθαι παρὰ τῷ πλοίῳ καὶ δίκτυα ῥάπτειν διεῤῥωγότα καὶ παλαιά. Πῶς δὲ καὶ παρὰ τῇ οἰκίᾳ τοῦ Ἰωάννου τὸ μυστικὸν δεῖπνον ὁ διαληφθεὶς ἀνὴρί κτοιμασθῆναι λέγει, τὸν δεῖνά τε αὐτὸν εἰναι πρὸς ὃν οἱ μαθηταὶ παρὰ τοῦ Κυρίου ἐστάλησαν; Εἰ γὰρ αὐτὸς ὁ Ἰωάννης σύναμα τῷ Πέτρῳ ἀπεστάλη πρὸς τὸν δεῖνα τῆς τοῦ πάσχα χάριν ἑτοιμασίας κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν, φαίνεται προφανῶς ὅτι ὁ πρεσβύτερος οὗτος Εὐαγγέλιον οὐκ ἀνέγνω ποτέ. Εἰ γὰρ ἀναγνῶναι ἔφθασεν, ἔγνω ἂν ὅτι ὁ Ἰωάννης ἀπεστάλη πρὸς τὸν δεῖνα, οὐ μὴν αὐτὸς ὁ Ἰωάννης οοινοο ί","prev":{"citation":"Annales 236","label":"236","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/236","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/236"},"next":{"citation":"Annales 238","label":"238","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/238","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/238"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}