{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 241","citation":"Michael Glycas, Annales 241","ref":"241","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/241","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/241","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/241.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":420,"text":"δυσωπῆσαι θέλων ἐφ´ οἷς ἐνεκάλουν, ἀντάρτην αὐτὸν ἀποδεικνύοντες, εἰς τὸ σταυρωθῆναι παΚραδίδωσι, φραγγελλίοις πρότερον μαστίξας αὐτόν. Διὰ τοῦτο καὶ κολάσεως ὁ Πιλᾶτος ἄξιος, ὅτι καὶ δυνάμενος ἀπολῦσαι αὐτὸνἘξουσίαν, γὰρ, φησὶν, ἔχω ἀπολῦσαί σε, καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε» τοῦτο οὐκ ἐποίησε, τοὺς Ἰουδαίους καὶ μάλιστα πτοούμενος λέγοντας· «Ἐἀν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.» Ἐφ´ ᾧ καὶ κατακρίνεται · καὶ δῆλον ἐξ ὧν ὁ Κύριος ἔλεγε πρὸς αὐτόν· «Ὅ παραδιδούς μέ σοι μείζονα ἀμαρτίαν ἔχει.» Τὸν μέντοι καιρὸν ὁ εὐαγγελιστὴς Ἰωάννης παριστῶν, ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἵνα κρίνῃ τὰ κατὰ τὸν Ἰησοῦν, ἔλεγεν· «Ἡν δὲ παρασκευὴ τοῦ πάσχα, ὦρα δὲ ὼσεὶ ἕκτη.» Διὰ τί δὲ ἡ ἕκτη τῆς ἑβδομάδος ἡμέρα παρασκευὴ τοῦ πάσχα λέγεται παρὰ τῷ αὐαγγελι στῇ Ἰωάννῃ; Σαφὴς ἡ αἰτία σοι πρόκειται. Καθέ περ γὰρ τὸ Σάββατον ἑβδόμη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστὶ, λέγεται δὲ ὅμως Σάββατον ἤτοι κατάπαυσις διὰ τὴν ἐν αὐτῷ γενομένην ἀπὸ πάντων τῶν ἔργων κατέπαυσιντότε γὰρ ἀργεῖ ὁ δοῦλος, τὸ κτῆνος καὶ τὰ λοιπὰ πάντα, οὔτω καὶ ἡ παρασκευὴ ἕκτη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστὶ, λέγεται δὲ παρασκευὴ διὰ τὸ παρασκευάζειν καὶ οἷον εἰπεῖν Ἀποιάζειν τοὺς Ἰουδαίους ἐν αὐτῇ τὰ τοῦ Σαββά του. Ἐν αὐτῷ γὰρ οὔτε πῦρ ἅψαι συγχωροῦνται οὔτε ξύλα συνάξαι οὔτε τὰ πρὸς τροφὴν ἀπλῶς ἑτοιμάσαι. Ταῦτα λοιπὸν ἡ ἕκτη παρασκευάζουσα παρασκευὴ κατωνόμασται. Ὁ τοίνυν εὐαγγελιστὴς Ἰωάννης παρασκευὴν τοῦ Πάσχα τὴν τοιαύτην ἡμέραν καλέσας ἔδειξε προφανῶς ὅτι πρώτην τοῦ Πάσχα τηνικαῦτα παρεσκευάζοντο ἑορτὴν οἱ Ἰουδαῖοι κατὰ τὴν τοῦ νόμου διάταξιν· ἀπὸ γὰρ ἕκτης ὥρας τῆς τεσσαρεσκαιδεκάτης τῆς σελήνης ἡμέρας πᾶς μὲν ζυμωτὸς ἄρτος πυρὶ καιόμενος ἠφανίζετο, τὰ δὲ κε ἄζυμα κατὰ τὸ εἰωθὸς ἡτοίμαζον. Εἰ δὲ ταῦτα οὕτως ἔχει, φαίνεται προφανῶς ὅτι τὸ δοθὲν δι´ ἄρτου καὶ οἵνου παρὰ Χριστοῦ κατὰ τὴν τῆς μεγάλης πέμπτης ἑσπέραν ἔνζυμον ἦν, ὅτι μηδὲ καιρὸς ἀζύμων ἐτύγχανε τότε κατὰ τὴν τῶν πλειόνω, ὑπόληψιν. Ἄφες λοιπὸν τοὺς τῶν πολλῶν λόγους, καὶ τῇ ἀκολουθίᾳ τῶν ἱερῶν λογίων πρόσεχε. Ὅτι μὲν γὰρ κατὰ τὴν ἑσπέραν τῆς μεγάλης παρασκευῆς, οὐ μὴν ἐν τῇ μεγάλῃ πέμπτῃ τυθῆναι ὁ ἀμνὸς ἔμελλε, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ ἦττον δὲ καὶ ἐκ των ἡδη ῥηθησομένων σοι. Τὴν ἡμέραν ἐκείνην ἧς τῇ ἑσπέρᾳ τὸ Πάσχα ἐθύς. το, καὶ ἀζύμων ἡμέραν καὶ Πάσχα ὁμοίως καλεῖν εἰώθασιν ἀπὸ τῆς ἑσπέρας πάντως αὐτῆς· καὶ γὰρ Ἀιὰ τὸ τὸν ἀμνὸν θύεσθαι καὶ τὰ ἄζυμα ἐσθίσσθαι τῇ ἑσπέρᾳ τῆς τεσσαρεσκαιδεκάτης, κατὰ τοῦτο καὶ ἡ ιδ´ αὕτη καὶ Πάσχα καὶ ἀζύμων ἡμέρα ἐλέγετο. Ταῦτα δὲ τὰ ὀνόματα καὶ τὴν μεγάλην παρασκευὴν κεκτημένην εὑρίσκομεν. Καὶ πρόσσχες, εἰ βούλει, τοῖς λεγομένοις. Πρώτη τῶν ἀζύμων λέγεται ἡ","prev":{"citation":"Annales 240","label":"240","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/240","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/240"},"next":{"citation":"Annales 242","label":"242","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/242","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/242"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}