{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 246","citation":"Michael Glycas, Annales 246","ref":"246","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/246","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/246","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/246.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":419,"text":"Οἱ δὲ Ἰουδαῖοι. ἵνα μὴ μείνη ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν Σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνη τοῦ Σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον, καὶ τὰ ἑξῆς. Κατάγουσιν οὖν ἀπὸ τοῦ ξύλου τὸν Ἰησοῦν, καὶ μνήματι καινῷ κατατίθεν ται. Ἀλλ´ ὅρα κἀνταῦθ´ τὴν τοῦ Θεοῦ σοφίαν ἀγαπητέ, ἴνα μὴ τὸν σταυρὸν αὐτὸν ζημιωθῶμεν, ἵνα μὴ τὸ πανάγιον τοῦ Κυρίου σῶμα πυρὸς ἢ θαλάσσης ἔργον ποιήσωσι, τῇ συνήθει κἀν τούτω μανία χοησάμενοι, τὸν Αὔγουστον ἤγειρε Καίσαρα τὴν οἰκουμένην ἅπασαν ἀπογράψασθαι. Γίνεται ταυτα, καὶ τὸ τῶν Ἑβραίων γένος τῇ τῶν Ῥωμαίων ὑποπίπτει ἀρχῇ. Ταύτῃ τοι καὶ τῷ λαχόντι Πιλάτῳ τὴν ἡγεμονίαν αὐτῶν παριστῶσι τὸν Κύριον, μὴ συγχωρούμενοι τὸ βουλητὸν αὐτοῖς ἐπὶ´ αὐτῶ διαπράξασθαι Καὶ νὰο εἰ συνεχωρήθησαν, λίθοις ἂν τὸν Χριστὸν ἐθανάτωσαν ἢ ξυλίνῳ κατέπρισαν πρίονι, κἀντεῦθεν ἡμεῖς τὸν φύλακα ἡμῶν ἐζημιούμεθα σταυρόν. Εἰ γὰρ τὸν φιλόθεον Ἰερεμίαν βορβόρου λάκκῳ ἐνέβαλον, τί οὐκ ἂν εἰς τὸ τοῦ Κυρίου σῶμα ἐποίησαν, εἰ μή γε τὸν Ῥωμαϊκὸν εἶχον νόμον αὐτοὺς ἀναστέλλοντα; Γίνεται λοιπὸν ἡ ἀπογραφὴ, τὰ τῆς εὐταξίας εἰσάγεται, κἀντεῦθεν τὸ τοῦ Κυρίου σῶμα τελείᾳ ταφῇ παραδίδοται οἶδα δὲ, ἀγαπητὲ, ὅτι καὶ περὶ τῆς τριημέρου ταφῆς τοῦ Κυρίου πολλὴν ἐποιήσω συζήτησιν, ἡμέρας ἐκμετρῆσαι δῆθεν ἐπὶ ταύτης τρεῖς μὴ δυνάμενος. Ἀλλ´ ἄφες, εἰ βούλει, τῶν πολλῶν, ὅτι καὶ λογισμῶν ἀνθρωπίνων εἰσὶν ἐφευρέματα. Πείθου δὲ μᾶλλον Ἰσιδώρῳ τῷ Πηλουσιώτῃ λέγοντι ὅτι καθάπερ ἐπὶ τῶν τελευτώντων ποιεῖν εἰώθαμεν, ὀποίᾳ δʹ ἃν ὥρᾳ τελευτήσῃ τις, τὴν ἑξῆς μόνην ὑπερτιθέμεθα, τῇ δὲ ἑτέρᾳ ἕωθεν τριταίαν ἄγομεν ἡμέραν αὐτοῦ· καὶ οὕτω καὶ ἐπὶ αὐτοῦ τοῦ Χριστοῦ δεῖ νοεῖσθαί σε χρή. Καὶ γὰρ κατὰ τὴν παρασκευὴν παρέδωκε τὸ πνεῦμα· τοῦτο μία ἡμέρα. Τὸ Σάββατον ὅλον ἐν τῷ τάφῳ ἐποίησεν· ἰδοὺ δύο ἡμέραι. Μετὰ δὲ τοῦτο τῆς Κυριακῆς ἐπιφωσκούσης ἐκ τάφου ἐγήγερται· ἰδοὺ καὶ τρίτην ἔχεις ἡμέραν. Καὶ πείθου τοῖς περὶ Λουκᾶν καὶ Κλεόπαν οὕτω λέγουσι πρὸς αὐτὸν τὸν Χριστὸν, «Αλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ´ οὗ ταῦτα ἐγένετο.» Εἰ δὲ καὶ τάχιον ἐκ τάφου ἐγήγερται, οὐ κατὰ τοῦτο πάντως αἰτιαθήσεται, μᾶλλον μὲν οὐν καὶ προσκυνηθήσεται παρὰ πάντων, ὅτι μὲν τὴν ἐμπρόθεσμον καρτερήσας ὑπόσχεσιν τὴν ἐκ νεκρων αὐτοῦ τάχιον ἐποιήσατο ἔγερσιν. Καὶ περὶ μὲν τούτων οὕτως ὁ διαληφθεὶς θεῖος ἀνήρ, ὁ δὲ χρυσοῤῥήμων Ἰωάννης φησίν ὅτι καὶ λίαν ἐποίησε καλῶς ὁ Χριστὸς πρὸ τῆς τῶν τριῶν ἡμερῶν συμπληρώσεως ἐγερθεὶς ἐκ νεκρῶν. Εἰ μὴ γὰρ τότε ἀνέστη καθημένων αὐτόθι τῶν στρατιωτῶν καὶ συἀασσόντων, ἀλλ´ ἀναχωρησάντων μετὰ τὴν τρίτην ἡμέραν, εἶχον ἄν τι καὶ λέγειν οἱ κάκιστοι. Προξφθασε λοιπὸν ἀναστάς. Ἔδει γὰρ παρακαθημένων αὐτῶν γενέσθαι τὴν ἀνάστασιν. Οὐκοῦν ἠναγκάζετο καὶ τῶν τριῶν ἡμερῶν ἐντὸς ἐκ νεκρῶν ἐγερθῆναι,","prev":{"citation":"Annales 245","label":"245","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/245","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/245"},"next":{"citation":"Annales 247","label":"247","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/247","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/247"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}