{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 247","citation":"Michael Glycas, Annales 247","ref":"247","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/247","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/247","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/247.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":373,"text":"ὡς εἴγε παρελθουσῶν αὐτῶν κἀκείνων ἀνάχωρησάν των ἡ ἀνάστασις γέγονεν, ὕποπτον ἂν εἶναι τὸ πρᾶγμα ἔμελλε· διὸ καὶ σφραγίσαι τὸν τάφον, ὡς ἐβούλοντο, συνεχώρησεν ὁ Πιλᾶτος. Εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ ἐπὶ πλέον τὰ θεῖα περιεργάζου ῥητὰ, μηδὲ ζήττι τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῇ ταφῇ· τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν, ὅπου γε καὶ ταύτας, εἰ βούλει, τὸν θειότατον ἔχεις Ἰσίδωρον ἐκμετροῦντά σοι. Ἔκτῃ ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη ὁ Κύριος. Ἀπὸ ταύτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο· τοῦτό μοι νύκτα νόησον. Πάλιν ἀπὸ ἐννάτης ἕως ἑσπέρας αὐτῆς φῶς· τοῦτο νόησον αὖθις ἡμέραν. Ἔχεις ἰδοὺ νυχθήμερον ἕν. Πάλιν ἡ νὺξ τῆς παρασκευῆς καὶ ἡ τοῦ Σαββάτου ἡμέρα. νυχθήμερον· ἔχεις ἰδού νυχθήμερα δύο. Πάλιν ἡ τοῦ Σαββάτου νὺξ καὶ ὁ τῆς Κυριακῆς ὄρθρος νυχθήμερον· ἔχεις ἰδοὺ νυχθήμερον τρίτον, ἐν ᾧ καὶ ἀνέστη ὁ Κύριος, εἴγε καὶ ἄδηλος ἦν ἡ ὥρα τῆς ἀναστάσεως, καθὰ δὴ καὶ ἡ τῆς δευτέρας παρουσίας αὐτοῦ Οἷδα δὲ, ἀγαπητέ, καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ζητοῦντά σε, τίνος ἕνεκεν ἡ τοῦ Κυρίου ταφὴ τριήμερος καὶ οὐ πλείων ἢ ἐλάσσων αὕτη ἐγένετο. Ὑπὲρ πάσης ἔπρεπε τῆς τῶν ἀνθρώπων φύσεως ἀποθανεῖν τὸν Χριστὸν, ὑπέρ τε δηλαδὴ των προαποθανόντων τῶν τε περιόντων καὶ τῶν μελλόντων γενέσθαι, ἐπειδὴ καὶ τρεῖς εἰσι καιροὶ, παρεληλυθὼς, ἐνεστὼς, μέλλων. Καὶ τοὺς μὲν προαποθανόνσαἔσωσε κατελθὼν ἐν τῷ ἅδῃ, τοὺς δὲ τότε περιόντας ἔσωσεν ὡς πιστεύσαντας εἰς αὐτὸν, τοὺς δὲ μετὰ ταῦτα γενησομένους ὡς πιστεύσαντας εἰς τὸ τῶν ἀπιστόλων κήρυγμα καὶ βαπτισθέντας. Εἰ οὖν τὴν ὅλην ἡμῶν φύσιν ἔλαβε, δῆλον ὅτι καὶ τὴν ὅλην ἡμῶν φύσιν ἀνέπλασε. Καλῶς οὖν ἡ τοῦ Κυρίου ταφὴ τριήμερος γέγονεν. Ἀνίσταται οὖν ὁ Κύριος ἐκ νεκρῶν, ἀλλ´ οὐκ αὐτίκα πρὸς οὐρανοὺς ἀνάγεται. Κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, τοὺς μαθητὰς ἐπιστηρίξαι βουλόμενος ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, ὀπτανόμενος αὐτοῖς ἔστιν. ὅτε καὶ τὰ πρὸς εἰρήνην διαλεγόμενος, ὠτειλὰς ἐν τῷ θεοειδεῖ δεικνύων ἐκείνῳ σώματι, συνεσθίων αὐτοῖς ἅμα καὶ πίνων, οὐχ ὡς τροφῆς δεόμενος ἀλλὰ πιστούμενος, καὶ τὰλλα πάντα ποιῶν ὅσαπερ εἴωθε τοὺς ἀσθενεῖς ἀσφαλίζεσθαι. Καὶ πρῶτα μὲν ὤφθη δυσὶ γυναιξὶν, ἡνίκα καὶ τοὺς πόδας αὐτοῦ κρατήσασαι κατησπάζοντο. Ἔπειτα τῇ Μαγδαληνῇ μόνῃ ὀπτάνεται, μετὰ δὲ ταῦτα τῷ κορυφαίῳ Πέτρῳ, καθὰ καὶ Παῦλος φησίν. «Ὁ Κύριος ἐγερθεὶς ἐκ νεκρῶν ὥφθη πρῶτον Κηφᾷ.» Ὥφθη τοῖς περὶ Λουκᾶν καὶ Κλεόπαν, ὤφθη τοῖς δέκα, εἶτα τοῖς ἕνδεκα· ὥφθη κατὰ τὴν Γαλιλαίαν αὐτοῖ, ὁμοίως","prev":{"citation":"Annales 246","label":"246","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/246","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/246"},"next":{"citation":"Annales 248","label":"248","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/248","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/248"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}