{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 248","citation":"Michael Glycas, Annales 248","ref":"248","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/248","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/248","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/248.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":380,"text":"ἐν τῇ Τιβεριάδι· ὥφθη Ἰακώβῳ τῷ ἀδελφοθέῳ· ὤφθη ἐπάνω πεντακοσίων ἀνδρῶν. Καὶ τελευσαῖον ἐφάνη αὐτοῖς ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἐν ᾧ καὶ τὴν χαμόθεν ἐποιήσατο ἔπαρσιν μεθ´ ἡμέρας, ὡς εἰρηται, μʹ. Ἐὶ δὲ καὶ τοῦτο βούλει μαθεῖν, τίνος ἕνεκεν μετὰ τὴν ἐκ νεκρῶν αὐτοῦ ἔγερσιν ἡμέρας ἐπὶ γῆς ἀποίησε μʹ´ καὶ οὐ πλεῖον ἢ ἔλασσον, ὁ μέγας ἰδοὺ Ἐπιφάνιος δι´ ὀλίγων ἐπιλύσει σοι τὸ τοιοῦτον ἀπόῤῥητον. «Ὅν γὰρ τρόπον,» φησὶ, «μετὰ τὸ γεννηθῆναι ὁ Χριστὸς ἀνεκλίθη ἐν φάτνῃ, ἐσπαργανώθη, καὶ μεθ´ ἡμέρας μʹ προσήχθη τῳ θείῳ ναῷ καὶ κατὰ τὸν τοῦ Μωσέως νόμον παρέστη τῷ Θεῷ, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γεγονὼς, ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, εἶθ´ οὕτως πρὸς τὴν ἄνω Ἰερουσαλὴμ ἐπανάγεται, τῷ προσώπῳ τοῦ Θεοῦ ἐμφανισθησόμενος ὑπὲρ ἡμῶν.» Καὶ πείθου τῶ μεγάλῳ Παύλῳ λέγοντι· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινων, ἀλλ´ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.» Οὐκοῦν ἀνελήφθη ὁ Κύριος. Ἡμέραι μετὰ ταῦτα διέρχονται δέκα, καὶ ἡ τοῦ παναγίου Πνεύματος γίνεται κάθοδος. Μετὰ δέκα δὲ συμπλήρωσιν ἡμερῶν ἡ τοιαύτη γίνεται κάθοδος, διότι τέλειος ὁ δέκατος ἀριθμός. Ἐπειδὴ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τοῦτο κατερχόμενον, ἵνα καὶ τοὺς ἀτελεῖς μαθητὰς τελείους ἀπεργάσηται, τούτου χάριν ἐν ἀριθμῷ τελείῳ, τουτέστιν ἐν ἡμέρᾳ δεκάτῃ, πρὸς αὐτοὺς ἐπεφοίτησεν. Ὅτι δὲ τελείους ἔδειξε τοὺς ἀτελεῖς μαθητὰς, ὁ κορυφαῖος Πέτρος τοῦτο παρέστησεν, Ὅρα γὰρ νουνεχῶς ὅτι παιδίσκῃ τινὶ πρότερον οἰκτρᾷ θροηθεὶς τὸν διδάσκαλον τρίτον ἠρνήσατο, τῷ παναγίῳ δὲ Πνεύματι στομωθεὶς ὕστερον μετὰ παῤῥησίας ὅτι πολλῆς ἐδημηγόρει μέσον λαοῦ, κἀντεῦθεν ἔπειθεν ἅπαντας ἀνενδοιάστως προσέρχεσθαι τῷ Χριστῷ. Μεθ´ ἡμέρας οὖν, ὡς εἴρηται, πεντήκοντα τῆς ἐκ νεκρῶν ἐγέρσεως τοῦ Χριστοῦ ἡ τοῦ παναγίου Πνεύματος γίνεται κάθοδος. Τίνος ἕνεκεν; Ὅτι καὶ ὁ παλαιὸς νόμος ἐν ἡμέρᾳ πεντηκοστῇ Θεοῦ φανέντος ἐδίδοτο. Κατὰ γὰρ τὸν χρυσοῤῥήμονα καὶ θεῖον Ἰωάννην, μᾶλλον δὲ κατὰ τὴν τοῦ θεόπτου Μωσέως ἱστορίαν, πεντήκοντα διῆλθον ἡμέραι μετὰ τὴν ἐξ] Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τηνικαῦτα τὰς θκρχαράκτους ὁ Μωσῆς πλάκας ἔλαβεν. Εἰ τοίνιν ἐν ἡμέραις πεντήκοντα ὁ παλαιὸς ἐδίδοτο νόμος, ἔδει πάντως κατ´ ἐκείνην τὴν ἡμέραν δοθῆναι καὶ τὴν. τοῦ παναγίου Πνεύματος χάριν, ὡς ἐντεῦθεν, ἀγαπητὲ, κατά γε τὴν Παλαιὰν καὶ τὴν Νέαν, ἀδιαίρετον δειχθῆναι τὴν φύσιν τῆς θεότητος, καὶ ὅτι τὸ Πνεῦμο τὸ ἅγιον ἐνομοθέτει καὶ τότε καὶ νῦν Καὶ ζοθῃσαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. Διὰ τί γλῶσσαι; ἐπειδὴ κηρύγματος χρεία,","prev":{"citation":"Annales 247","label":"247","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/247","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/247"},"next":{"citation":"Annales 249","label":"249","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/249","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/249"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}