{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 250","citation":"Michael Glycas, Annales 250","ref":"250","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/250","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/250","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/250.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":431,"text":"ἀλλὰ καὶ. πάντες οἱ παρ´ αὐτῶν βαπτιζόμενοι τὸ τοιοῦτον ἐδέχοντο χάρισμα. Καὶ τοῦτό ἐστιν ὅπερ ὁ Κύριος ἔλεγε· «Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς.» Καὶ ὅρα δώδεκα ἐν Ἐφέσῳ ἄνδρας, ὡς ὁ Λουκᾶς ἱστορεῖ, προβαπτισθέντας μὲν εἰς τὸ τοῦ Ἰωάννου βάπτισμα, Πνεῦμα δὲ μὴ εἰδέναι τί ποτέ ἐστι λέγοντας· ἀλλὰ´ ἡνίκα τὰς χεῖρας ὁ Παῦλος ἐπέθηκε, τηνικαῦτα τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα. Ἐπειδὴ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἀόρατον ἦν, ἔδει πάντως τῆς ἐκείνου παρουσίας αἰσθητόν τινα γίνεσθαι ἔλεγχον, ὡς ἐντεῦθεν ἀδιστάκτως ἐπὶ τὸ θεῖον λουτρὸν ἅπαντας ἔρχεσθαι. Τοῦτο μέντοι τὸ χάρισμα ἠρέθισε καὶ τὸν Σίμωνα τοῖς ἀποστόλοις τε προσελθεῖν καὶ τὸ βάπτισμα αἰτήσασθαι· εἰ μὴ γὰρ αἰσθητὴν ἑώρα τὴν τοῦ Πνεύματος δύναμιν, οὐκ ἂν ἐκεῖνος τοῖς Χριστοῦ προσήρχετο μαθηταῖς, οὐκ ἂν ἐπιδεὴς αὐτῶν ἐπὶ τοσοῦτον ἐφαίνετο. Καὶ τότε μὲν οἱ βαπτιζόμενοι τῇ τοῦ παναγίου Πνεύματος ἐπιφοιτήσει τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα· ἐπὶ δέ γε τοὺς περὶ τὸν Κορνήλιον καὶ πρὸ τοῦ βαπτισθῆναι ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐλάλουν γλώσσαις. Διὰ τί δὲ καὶ πρὸ τοῦ βαπτισθῆναι τὴν τοῦ παναγίου Πνεύματος ἐνέργειαν ἐδέχοντο; διὰ τὴν πολλὴν τῶν ἐκ περιτομῆς πιστευσάντων διάκρισιν. Διεκρίνοντο γὰρ οὗτοι μὴ θέλοντες καὶ βαπτιζομένοις τοῖς ἐθνικοῖς ἀναμί. Υνυσθαι. οῖΝοοι ροιυ ριφῖμάίοία, ῖ εωἰο οἰοωείοί οιοᾶίόοτααι. Εἰεηίω Ολἱ εἰ αὺαε εειοσαὺαοι, οι Λε οο Βαρικαιίε οκ ειλοίε σίαωαω Μαεε σοωμοῖ τοῖοὺαι. Οἶδα δὲ, ἀγαποτέ, ὅτι καὶ τὸν καιρὸν ἐκβιάζῃ μα- ϛ Ριπιεῖοα πΟΙ ἰο θεῖν καθ´ ὃν ἡ τοῦ μακαρίου Παύλου γέγονε κλῆσις. Καὶ κατὰ τινὰς μὲν ἱστορικοὺς, καὶ μᾶλλον Ἰππόλυτον τὸν Θηβαῖον, ἐνιαυτοὶ διῆλθον ζʹ μετὰ τὴν τοῦ Κυρίου ἐκ νεκρῶν ἀνάστασιν, καὶ ὁ πρωτομάρτυς Στέφανος τὸ μακάριον τέλος ἐδέξατο· μετὰ δὲ ταῦτα ὡσεὶ μῆνες διῆλθον ἑξ, καὶ ἡ τοῦ Παύλου γέγονε κλῆσις. Ἀλλ’´ ἡ Εὐσεβίου τοῦ Παμφίλου ἱστορία διέξεισιν ὡς οὔπω εἷς ἐνιαυτὸς ἐπεπλήρωτο μετὰ τὴν ἐκ νεκρῶν τοῦ Κυρίου ἀνάστασιν, καὶ ταῦτα πάντα ἐγένετο, οἱ ἆθλοι τε τοῦ πρωτομάρτυρος καὶ ἡ τοῦ μακαρίου Παύλου προσέλευσις. Ἀλλ´ ἦν ἰδεῖν ἐπ´ αὐτῷ τηνικαῦτα πληρούμενον τὸ λόγιον τὸ λέγον· Ποῦ ὑπάγεις, οἶδας· τί δὲ μέλλεις παθεῖν, οὐκ οἶδας. » Ἐπιστολὰς γὰρ ἀπὸ τῶν ἀρχιερέων λαβν ὥστε ἀπελθεῖν καὶ τοὺς ὁπουδήποτε παρευρισκομένους Χριστιανοὺς ἀναιρεῖν, πηροῦται τοὺς ὀφθαλμοὺς αὐτοῦ καθ´ ὁδόν· περιήστραψε γὰρ ἄνωθεν αὐτὸν ἄῤῥητον φῶς, καὶ οὕτως οἱ τοῦ σώματος αὐ τοῦ λύχνοι καραχρῆμα ἐσβέσθησαν. Ἀλλὰ καὶ φωνῆς ἄνιῳθεν ἤκουσε πρὸς αὐτὸν οὕτω λεγούσης· «Σσοῖλλ Σαούνλ»τουτέστιν ἀδελφὲ, ἀδελφὲ, ετί με διώκεις;» Στέλλεται λοιπὸν πρὸς Ἀνανίαν, καὶ βάπτισμα δέχεται, κἀντεῦθεν φωτίζεται τούς τε ψυχικοὺς καὶ σιω ματικοὺς ὀφθαλμούς. Κηρύσσει λοιπὸν ὁ πάμμεγας Παῦλος ἔτη λεί. Ἐν γὰρ τῷ δεκάτῳ ὁγδόῳ ἔτει Τιβερίου Καίσαρος τὸ σωτήριον πάθος γέγονε τοῦ Χριστοῦ.","prev":{"citation":"Annales 249","label":"249","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/249","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/249"},"next":{"citation":"Annales 251","label":"251","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/251","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/251"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}