{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 254","citation":"Michael Glycas, Annales 254","ref":"254","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/254","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/254","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/254.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":352,"text":"ἐκείνῃ ἐντυχεῖν τὸν Γαληνὸν ἰατρὸν. καὶ ἀκοῦσαι παρ´ αὐτῆς ὅτι τυφλὸν ἐκ γενετῆς ὁ Χριστός Κάσατο, κἀντεῦθεν εἰπεῖν πρὸς αὐτὴν καλῶς ἐκεῖνον εἴδέναι τὰ τῆς γῆς μέταλλα ε μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν τὸν τυφλὸν ἐκεῖνον ὡμμάτωσε, οἴδαμεν τοῦτο καὶ ἡμεῖς, ἀλλὰ τὴν τοιαύτην φήμην μετὰ τῶν μύθων ἐτάξαμεν. Ἀδύνατον γὰρ τῇ Μαγδαληνῆ ἐν τυχόντα Γαληνὸν, ὡς ἐκεῖνοί φασι, Μάρκου μὲν βασιλέως ἐν τοῖς πρὸς Πίσωνα μεμνῆσθαι, Κομμόδου Ἐὲ πάλιν ἐν τῷ περὶ ἠθῶν πρώτῳ βιβλίῳ αὐτοῦ· ἀπὸ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕως αὐτῆς τῆς βασιλείας Κομμόδου ὡσεὶ ἑκατὸν πεντήκοντα ἕτη εὑρίσκονται. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Οἷδα δὲ, ἀγαπητὲ, ὅτι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ὴπόρηκας· «Ἰνα τί,» λέγων, «οἱ μαθηταὶ τοῦ Χριστοῦ καὶ ἀπόστολοι τὰ λοιπὰ συγγραψάμενοι, τὰ κατὰ τὴν κοίμησιν τῆς Ἀειπαρθένου παντάπασι σε.αινήκασι; » Καὶ ἔστιν εἰπεῖν ὅτι τὰ τῆς ἐνσάρκου τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας οἱ εὐαγγελισταὶ διηγούμενοι μέχρι καὶ αὐτῆς κατηντήκασι τῆς ἀπὸ γῆς αιλοῦ ἀναλήψεως. Ἡ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πανάμωμος Μήτηρ´ εἰς γῆρας λέγεται ἐφθακέναι βαθὺ, καθά φησιν ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης. Οὐκοῦν ἀδύνατον ἦν τῇ εὐαγγελικῇ παραμεμῖχθαι ἱστορίᾳ καὶ τῆς Ἀειπαρθένου τὴν κοίμησιν, Ἀτε πολλῷ τῷ χρόνῳ γεγονυῖαν, ὡς ἔφημεν, ὕστερον. Ἰδίᾳ δὲ πάλιν οἱ μαθηταὶ τοῦ Χριστοῦ διαλαβέσθαι περὶ ταύτης οὐκ ἔφθασαν, ὅτι περὶ τὸν τῆς οἰκονομίας ἀσχολούμενοι λόγον, καὶ διὰ φροντίδος ἔχοντες ὅτι πολλῆς πῶς τε πιστοὺς τοὺς ἀπίστους ποιήσαιεν καὶ ὅπως τῇ κατὰ Χριστὸν ἀμωμήτῳ πίατει πάντες προσέλθοιεν, τὰ λοιπὰ παρεβλέποντο, καὶ μάλιστα ταῦτα τῷ θείῳ κηρύγματι μὴ συντεί. οντα. Πλὴν οὐ πάντη σεσίγηται τὰ τῆς θείας ἐκείνης κοιμήσεως· ὁ γὰρ θεοφάντωρ καὶ μέγας Διονύαιος θαυμαστά τινα περὶ ταύτης ἐν τοῖς πρὸς Τιμόθεον γράφων εὑρίσκεται. Καὶ πρόσσχες, εἰ βούλει, τοῖς λεγομένοις. Ὁ γὰρ θεῖος οὗτος ἀνὴρ καὶ τάδε κατὰ ῥῆμα περὶ τούτου διέξεισι· «Καὶ ἡμεῖς μὲν οὖν, ὡς οἶσθα, καὶ αὐτὸς καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος καὶ Πέτρος ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης.» Πρὸς τούτους δὲ καὶ τὸν τοῦ θείοι ἐκείνου ὕμνου παράγει προεξάρχοντα, θεόληπτον γεγονότα ἐξιστάμενον καὶ οἷον ἐκδημοῦντα πρὸς τὴν ὑμνῳδίαν μεταποιούμενον. Καὶ τί χρὴ πολλὰ λέγειν;","prev":{"citation":"Annales 253","label":"253","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/253","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/253"},"next":{"citation":"Annales 255","label":"255","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/255","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/255"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}