{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 257","citation":"Michael Glycas, Annales 257","ref":"257","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/257","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/257","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/257.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":434,"text":"σίους ἀναιρεθῆναι κελεύει καὶ τὰς αὐτῶν περιουσίας λαβεῖν. Οὗτος ἐν στενωπῷ τῆς Ῥώμης πηλὸν θεασάμενος κόλποις Οὐεσπασιανοῦ τοῦ στρατηγικωτάτου βληθῆναι προσέταξε. μι ἰη εἰαωπ vεεραεῖαιλί, νῖεί Βεῖiῖοοεεεῖπί, οοἱΤότε δὴ τότε Φίλων ὁ σοφὸς καὶ Ἰώσηπος ἤκμαζον. Οὗτος δὴ φιλαλήθης ἐλέγετο διά γε τὸ τὸν Βαπτιστὴν τοῦ Κυρίου ἐπαινεῖν, καὶ διὰ τὸ τὸν Χριστὸν ῥμοίως ἄνδρα σοφὸν μαρτυρεῖν καὶ μεγάλων σημείων ἐργάτην, σταυρωθέντα δὲ ζῶντα φανῆναι μετὰ τρίτην ἡμέραν. Σὺ δέ, ἀγαπητέ, μὴ θαύμαζε εἴγε Κάϊν βάρβαροί. τινες προείλοντο τὰ καλά· τὸν γὰρ· ἄνθρωπον πλάττων ὁ Θεὸς ἐντέθεικεν αὐτῷ τὴν τοῦ καλοῦ καὶ κακοῦ διάγνωσιν. Διόπερ οὐ μόνον οἱ περὶ τὸν Πλάτωνα τὸν ἄδικον βίον ἐμίσησαν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλίγοι. Καὶ γὰρ τοὺς ὑπερβορέους οἰκεῖν μὲν ὑπὲρ τὰ Ῥίπαια ὄρη φασὶν, ἀσκεῖν δὲ δικαιοσύνην, ἀκροδρύοις καὶ ὕδασι ζῶντας, Ἀλλὰ καὶ τοὺς Βραχμᾶνας ὑπὲρ ἄνθρωπον ἀσκεῖν, αιτλλοις τὸ σῶμα σκεπομένους καὶ ἐν ὕλαις διάγοντας. Καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην τοσοῦτον ὁ τῆς σωφροσύνης καὶ τῆς ἀσκήσεως ἔρως κατέσχεν ὡς καὶ κοιμώμενον τὰ χείλη αὐτοῦ καὶ τὰ αἰδοῖα κρατεῖν δι´ οἰκείων χειρῶν· οὐ μόνον γὰρ γρηγορῶν ἀλλὰ καὶ ὑπνώττων ἐδείκνυε πόσης ἀσφαλείας τὰ τοιαῦτα δέονται μόρια. Λε ἦμο ἱ ΙίροσΙΑΙαἰ νῖειοι, παανῖ κριειυΓς Μετὰ δὲ Γάτον κρατεῖ ὁ Κλαύδιος ἔτη ιγʹ. Οὕτος, ὁ Κλαύδιος τοσοῦτον λέγεται εἶναι δειλὸς ὥστε τοὺς παρισταμένους ἐρευνᾷν, μή· ποτε ξίφος ἐν κόλποις φέροιεν. Μετὰ δὲ τοῦτον Νέρων ὁ υἱὸς αὐτοῦ ἔτη ιδʹ. ὕτος ὁ παμμίαρε ἐτῶν ὡσεὶ ιʹ καὶ ζʹ ὤν πρῶτος. τοῦ διωγμοῦ ἤρξατο, καὶ τοὺς κορυφαίους ἀναιρεῖ, ὡς μὲν ἱστορικοί τινες ἕτεροι λέγουσιν, ἐν ἡμέρᾳ μιᾷ καὶ τῇ αὐτῇ, ἐν ἄλλῳ δὲ καὶ ἄλλῳ ἔτει, ὡς δὲ Εὐσέβιος ὁ τοῦ Παμφίλου, καὶ ἔτει τῷ αὐτῷ καὶ ἡμέρᾳ τῇ αὐτῇ. Ἀλλὰ Τερτουλλιανός τις ἀνὴρ τῶν ἐπὶ Ῥώμῃ λαμπρῶν καὶ Γάιος ἀνὴρ ἐκκλησιαστικὸς καὶ Διονύσιος ἐπίσκοπος Κορίνθου γράφουσι καθ´ ἕνα καιρὸν καὶ ὁμοῦ μαρτυρῆσαι Πέτρον καὶ Παῦλον, τρισκαιδεκάτῳ ἔτει τῆς βασιλείας Νέρωνος. Καὶ Πέτρον μὲν ἀναιρεῖ δι´ αἰτίαν τοιαύτην, Ἐπὶ τοῦ Νέρωνος ὁ Σίμων ὁ Μάγος ἦν, πρὸς ὃν ὁ κορυφαῖος ἐλθὼν εὖρε κύνα δεδεμένον ἀλύσει ἐν τῷ πυλῶνι αὐτοῦ, κατεσθίοντα τοὺς ἄνευ προτροπῆς ἐπιχειροῦντας εἰσελθεῖν ἐπὶ τὸν Σίμωνα. ᾯ δὴ καὶ ἐκέλευσεν εἰσελθεῖν, καὶ ἀνθρωπίνῃ φωνῇ περὶ Πέτρου ἀναγγεῖλαι. Καὶ τηνικαῦτα τοῦτο ἐποίησε καὶ πάυ. τες οἱ ὄντες ἐντὸς ἐξεπλάγησαν. Αὐτὸ δὲ τοῦτο καὶ ὁ Σίμων ἐποίησε, καὶ τὸν Πέτρον ἐκάλεσεν. Ὁ μέντοι Σίμων καὶ τάδε προς τοις ἁλλοις τῳ κορυφαίῳ. διαλεγόμενος ἔλεγεν.» Εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διὰ τί οὐ προέγνω τὴν τοῦ ὄφεως ἀπάτην;» Καὶ ὁ Πέτρος·» Εἰ πρόγνωσιν οὐκ εἶχε, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι ἐπέθηκεν ὀνόματα; τὸν μὲν γὰρ Κάϊν ὡνόμασεν, ὅ ἐστι ζῆλος· ζηλώσας νὰρ ἀνεῖλε τὸν ἀδελφὸν","prev":{"citation":"Annales 256","label":"256","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/256","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/256"},"next":{"citation":"Annales 258","label":"258","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/258","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/258"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}