{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 258","citation":"Michael Glycas, Annales 258","ref":"258","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/258","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/258","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/258.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":414,"text":"αὐτοῦ. Τὸν δὲ Ἀβὲλ ἐκάλεσεν, ὅ ἐστι πένθος· ἐπ αὐτῷ γὰρ φονευθέντι ἐπένθησαν οἱ γονεῖς αὐτοῦ.» Εἰ δὲ τὸ πλάσμα προεγίνωσκε, πολλῷ μᾶλλον ἁ πλάστης αὐτὸς, εἰ καὶ ὁ παράφρων ἐκεῖνος ἀπὸ τοῦ εἰπεῖν τὴν Γραφὴν ὅτι ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραὰμκαὶ ὅτι, «Καταβὰς ἐπὶ Σόδομα ὄψομαι,» ἔλεγεν ἄγνοιαν ἔχειν τὸν Θεόν. Πρὸς μέντοι ταῖς ἄλλαις αὐτοῦ φαντασίαις καὶ εἰς ἀέρα ἐπήρθη ὁ Σίμων, ἐπαγγειλάμενος ἐκεῖθεν ἀγαθὰ καταβιβάσαι τῷ λαῷ. Ἐγὼ δὲ ὁ Πέτρος ηὐχόμην καθ´ ἑαυτὸν, καὶ εἶπον ἐνατενίσας αὐτῷ· «Εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγὼ καὶ οὐ πλάνος, ὥς φησι Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναι τῆς κρατήσεως αὐτόν.» Καὶ παραχρῆμα εἰς γῆν κατηνέχθη καὶ συνετρίβη. Διὸ δὴ καὶ τὴν ἡμέραν ἐκείνην ἐπίσημον ἄγουσιν οἱ Ῥωμαῖοι· Σάββατον γὰρ ἦν, ἐν ᾧ καὶ προσεύχὴ καὶ νηστεία τοῖς πιστοῖς, καὶ μᾶλλον ὑπὲρ τοῦ διδασκάλου. Τοῦτο δὲ καὶ μέχρι τοῦ νυν ἐκεῖσε κρατεῖ. Ταῦτα δὲ μαθὼν ὁ Νέρων τὸν Πέτρον ἐσταύρωσε. Τὸν δὲ Παῦλον, καθά φησιν ὁ τὴν γλῶτταν Χρυσοῦς ἐν τῷ πρὸς τοὺς κωλύοντας μονάζειν λόγῳ αὐτοῦ, διὰ ξίφους ἐτελείωσεν ἅτε κατηχήσαντα ἐπέραστον αὐτοῦ παλλακήν. Διὰ γὰρ τοῦτο καὶ τὸν διωγμὸν ἤγειρε· λάγνος γὰρ ὡν οὐκί ἠνέσχετο τὰς αὐτοῦ παλλακὰς ἐπιστρέφειν πρὸς Κύριον. Ὁ μέντοι θεῖος Ἰωάννης καὶ τάδε πρὸς Παῦλον εὕρηται λέγων· «Ποῖος τόπος τὸ σὸν ἐδέξατο αἷμα, τὸ γαλακτοειδὲς ὁραθὲν ἐν τῶ χιτῶνι του σε ἀνασκολοπίσαντος; Ὅ δὴ καὶ τὴν βάρβαρον αὐτοῦ ψυχὴν ὑπὲρ μέλι γλυκᾶναν πιστὸν ἐποίησε τηνικαῦτα τὸν ἄπιστον.» Κεκοίμηνται δὲ, ὡς ἐκεῖνοί φασι, καὶ ἀμφότεροι ἐν τῇ πόλει Ῥώμῃ, μηνὶ Ἰουνίῳ κθʹ, ἐπὶ Νέρωνος βασιλέως. λεειαιυ, οὺᾶονπίνῖὲ ἱη λιρε ΛοῶΑ, α ἀ. Ι. Καὶ. Οωηοιίίεε, ἰλρεταιοτε ΝετοΩε. Οα δὲ ἀναπητὲ. ὅτι καὶ τὴν τοῦ θεηγόρου Λουκᾷ περὶ τῶν Πράξεων τῶν ἀποστόλων ἐπελθὼν ἱστορίαν εὐλόγως ἠπόρηκας, εἴγε τὰ λοιπὰ Παύλου διηγησάμενος ὁ Λουκᾶς τὸ μακάριον αὐτοῦ τέλος σεσίγηκε. Καὶ ἔστιν εἰπεῖν ὅτι μέχρι τῆς εἰς Ῥώμην πρώτης ἀφίξεως τοῦ μεγάλου Παύλου καταλύει τὴν ἱστορίαν ὁ Λουκᾶς. Καὶ ἐκ τούτου φαίνεται ὅτι διασχισδεὶς ὁ Λουκᾶς Παύλου τὸ τῶν Πράξεων τηνικαῦτα συνεγράψατο βιβλίον, ὅθεν τὰ λοιπὰ μὲν iΙαύλου διηγήσατο, τὸ δὲ μαρτύριον ὡς μήπω γεγονὸς εἰκότως παρέδραμεν. Ὁ γὰρ Παῦλος διετίαν ὅλην ἐν Ῥώμῃ ἄνετος ὤν ἐκήρυσσε· μέχρι γὰρ τοῦδε καὶ ὁ Λουκᾶς αὐτῷ συνῆν. Εἶθ´ οὕτως ἀπολογησάμενος εἰς τὸ κήρυγμα πάλιν ἐστέλλετο καὶ τοῖς ἐκεῖσε κηρύσσων ἦν. Ἐκ δευτέρου δὲ τῇ Ῥώμῃ ἐπιδημήσας, καὶ κατηχήσας τὸν οἰνοχόον Νέρωνος καὶ παλλακὴν αὐτοῦ ἐπέραστον, τὸ μακάριον τέλος ἐδέξατο. Ὅτι δὲ οὐκ ἦν ὁ Λουκᾶς μετὰ Παύλου τὸ πρότερον, αὐτός φησι πρὸς Τιμόθεον ἐν τῇ πρὸς αὐτὸν δευτέρᾳ ἐπιστολῇ, ἣν ἔγραψε δέσμιος ὢν ὑπὸ","prev":{"citation":"Annales 257","label":"257","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/257","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/257"},"next":{"citation":"Annales 259","label":"259","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/259","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/259"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}