{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 261","citation":"Michael Glycas, Annales 261","ref":"261","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/261","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/261","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/261.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":337,"text":"ἀναιρεῖται ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Δομετιανοῦ, λαγωὸν αὐτῷ παραθέντος θαλάσσιον. Μετὰ δὲ Τίτον κρατεῖ Δομετιανὸς ἔτη ιεʹ, ὑφ´ οὖ ῤ Οεολόγος εἰς Πάτμον ἐξορίζεται, ἔνθα καὶ τὸ Εὐα· γέλιον καὶ τὴν Ἀποκάλυψιν ἔγραψε. Τότε δὴ καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἀπανταχοῦ περιπατῶν καὶ εἰς Βυζάντιον ἔρχεται, ὅθεν καὶ παρακληθεὶς ὑπὸ τῶν ἐποίκων τοὺς ὄφεις καὶ τοὺς σκορπίους ἐκ τῆς τόλεως ἐφυγάδευσε, καὶ τῶν ἵππων τὴν ἀταξίαν ἐχαλίνωσε. Καὶ ἐν Ἀντιοχείᾳ δὲ ὡσαύτως ἐποίησεν ἐστί τε τοῖς σκορπίοις καὶ κώνωψι(τολλὰ γὰρ ὑπὸ τῶν τοιούτων ἐβλάπτοντο), χαλκοῦν μὲν σκορπίον χώσας ἐν γῇ, ὑπὸ καλάμων δὲ σειομένων διωχθῆναι παρασκευάσας τοὺς κώνωπας. Ὁ μέντοι Δομετιανὸς Τίτου μὲν ἦν ἀδελφός, μηδὲν δὲ ἀδελφοῦ πρὸς αὐτὸν ἔχων, ὡς εἶναι τὸ θρυλλούμενον ἐκεῖνο πανάληθες· «Ἀμὶς καὶ ποτιστήριον ἐκ τῆς αὐτῆς ὑέλου.» Ἡν γὰρ ἐρασιχρήματος, αἵματι χαίρων ἀνθρώπων. Τούτῳ προεῖπέ τις ἀστρονόμος καὶ τὸ τέλος καὶ τὸν διάδοχον αὐτοῦ. Ὁ δὲ ἐπήνεγκε πρὸς αὐτόν· «Ἡ δὲ σὴ ζωὴ πόση ἐστὶ, καὶ ποῖον τὸ τέλος αὐτῆς;» Καὶ ὃς ἀπεκρίνατο φιλαλήθως κατὰ τοὺς δρόμους τῶν ἀστέρων. Ὁ δὲ Δομετιανὸς θέλων ἀπελέγξαι φενακιστὴν τὸν ἀστρονόμον, κελεύει πῦρ ἀναφθῆναι καὶ δεδεμένον αὐτὸν ἐμβληθῆναι τῇ πυρᾷ. Γίνεται ταῦτα. Ἀλλὰ τὸ ἐγχείρημα τοῦτο τέλος οὐ δέχεται· ὑετὸς γὰρ ἄνωθεν καταῤῥήγνυται, καὶ σβέννυται ἡ πυρὰ, λύεται ὁ δεσμώτης. Καὶ ὁ βασιλεὺς ὄναρ ἐώρα. Ἵππῳ μελαντέρῳ ἐπεκάθητο κατάφρακτος ὅπλοις, Τούτων γοῦν ἀποῤῥυέντων αὐτομάτως εἰς χάσμα. γῆς ἐδόκει καταπίπτειν, καὶ σὺν ἵππῳ καὶ στολῇ ἄφαντος γέγονεν. Ὅθεν καὶ τὴν ψυχὴν αὐτοῦ βιαίως ἐκρήξαντος εἰς Νερούαν τὸ σκῆπτρον ἔρχεται. Κρατεῖ τοίνυν μετὰ Δομετιανὸν Νερούας ἔτος ἓν, μῆνας δʹ. Ἐφ´ οὗ ἐπανεκλήθη τῆς ἐξορίας ὁ Θεολόγος, ῶς φησιν Ἱππόλυτος. Εἰτα τελευτᾷ, καὶ ζητηθεὶς, Μετὰ δὲ ΓΝερούαν κρατεῖ Τραῖανὸς ἔτη ιθ´, μῆνας ζʹ, ὃς τοσοῦτον ἦν φιλοδίκαιος ὡς γυμνῶσαι σπάθην καὶ ἐπιδοῦναι τῷ ἐπάρχῳ, καὶ οὕτως εἰπεῖν· «Ε μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ ἔσο κεχρημένος αὐτῇ, εἰ δὲ κακῶς ἄρχω, κατ´ ἐμοῦ.» Οὗτος καὶ τὰς ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ γεφύρας ἐποίησεν, ὧν ἕνεκα καὶ σωτηρίας ἔτυχεν, εἰ καὶ ἐν ἀσεβείᾳ τὸν βίον κατέλυσεν. Ὃ δὴ καὶ παράδοξον. Ὁ γὰρ διάλογος μέγας Γρηγόριος, ὁ τῆς τοιαύτης Ῥώμης χρηματίσας","prev":{"citation":"Annales 260","label":"260","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/260","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/260"},"next":{"citation":"Annales 262","label":"262","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/262","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/262"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}