{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 265","citation":"Michael Glycas, Annales 265","ref":"265","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/265","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/265","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/265.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":353,"text":"Μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Καράκαλλος ἔτη ϛʹ καὶ μῆνας βʹ. Ἐφ´ οὗ Σαραπίων τις μαθηματικὸς ἦν, ὃς ὑπέδειξεν Ἀντωνίνῳ Μακρῖνόν τινα τὸν μετ´ αύ πολὺ διαδεξόμενον αὐτὸν ἐπὶ συγκλήτου. Καὶ ὁ Ἀντωνῖνος παριδὼν ἄλλον ἀντὶ Μακρίνου φονευθῆναι ἐκίλευσε· μετὰ δὲ Ἀντωνῖνον Μακρῖνος ἔτος ἕν καὶ μῆνας βʹ. Μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Ἡλιογάβαλος ἔτη γʹ καὶ μῆνας θʹ, ὅς τοσοῦτον ἦν ἀσελγὴς ὡς καὶ τὸν Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. Ὥς δὲ λέγουσι, καὶ τινας τῶν ἰατρῶν ἠντιβόλει διφυῆ αὐτὸν δι´ ἐντομῆς ἐμπροσθίου ποιῆσαι. Μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ τῆς Μαμαίας ἔτη ιγʹ μῆνας ηʹ. Αὕτη θεοσεβὴς οὐσα τὸν Ὠριγένην ἐξ Ἀντιοχείας ἐκάλεσεν ὥστε τὸ κατὰ Χριστὸν διδαχθῆναι μυστής ριον. Μετὰ τοῦτον Μαξιμῖνος ἔτη ϛʹ. Μετὰ τοῦτον Μάξιμος καὶ Βαλβῖνος ἡμέρας κβʹ. Μετὰ τούτους Γορδιανὸς, εἶτα Φίλιππος ἔτη εʹ. Οὗτος σπονδὰς ἐποίησε μετὰ Σαβώρου βασιλέως Περσῶν, ὃς ἐθαυς μάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου τηλικοῦτος οὐκ ὤφθη ἄνθρωπος. Ἐπὶ σοίτοω τοῦ Φιλίππου δὲ καὶ Σαβέλλιος ἦν. Τότε δὴ καὶ καθ´ ὁδὸν Ἰουδαῖος ἔκειτο νοσῶν· ἀλλὰ βαπτισθεὶς ὑπὸ Χριστιανοῦ, καὶ ταῦτα λαῖκοῦ, ὑγιὴς αὐτίκα ἐγένετο. Τούτου δὲ Διονυσίῳ τῷ ἀρχιεπισκόπῳ ἀνενεχθέντος τὸ θεῖον καὶ αὖθις ἐδέξατο φώτισιν· κατὰ γὰρ τοὺς ἀποστολικοὺς κανόνας οὐκ ἔξεστι τῷ λαϊκῷ μεταχειρίζεσθαί τι τῶν ἱερατικῶν, κἂν περίστασις ἦ. Καὶ οὗτοι μὲν οὕτω διετάξαντο, ὥστε μηδὲν τῆς τάξεως ἀνατραπῆναι. Ὅρα γὰρ νουνεχῶς Ἐτι καὶ ἐν τῷ βίῳ τοῦ μεγάλου Ἀθανασίου τοιοῦτόν τι γέγραπται. Ὁ μέγας Ἀθανάσιος οὗτος ἔτι παιδίον ὢν ἔρχεταί ποτε μετὰ τῶν ἡλικιωτῶν ἐπί τινα τῆς θαλάσσης ἀκτήν. Καὶ συμπαίζειν μὲν αὐτοῖς παρὰ ταῖς ὄχθαις ἐῴκει, τύπος δὲ τῶν μελλόντων τὸ πᾶν ἦν· ὑποκρινάμενοι γὰρ ἐν τῇ παιδιᾷ τὰ τῶν ἱερέων οἱ παῖδες Ἀθανάσιον μὲν ἐπίσκοπον χειροτονοῦσιν, αὐτοὶ δὲ εἰς πρεσβυτέρους καὶ διακόνους ἀφορισθέντες προσῆγον ἑτέρους παῖδας αὐτῷ ἀσφραγίστους, κἀκεῖνος τῷ θαλαττίῳ ὕδατι τοὺς παῖδας ἐβάπτιζεν. Ὁ γοῦν τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος Ἀλέξανδρος παρ´ αἰγιαλὸν παρερχόμενος, καὶ ταῦτα ἰδὼν καὶ θαυμάσας, ἐπιχρίει αὐτοὺς καὶ τεειοῖ διὰ τοῦ βαπτίσματος. Ἀλλὰ καὶ ὁ να´ κανὼν τοῦ ἐν πατριάρχαις Κωνσταντινουπόλεως ἁγιωτάτου Νικηφόρου καὶ τῶν σὺν αὐτῷ ἁγίων Πατέρων τάδς διορίζεται· «Τὰ ἀβάπτιστα νήπια, μὴ ὄντος ἱερέως, καὶ πατὴρ αὐτὰ βαπτίσει, καὶ οἷος ἕτερος τύχῃ, μόνον ἔστω ὀρθόδοξος.»","prev":{"citation":"Annales 264","label":"264","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/264","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/264"},"next":{"citation":"Annales 266","label":"266","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/266","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/266"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}