{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 282","citation":"Michael Glycas, Annales 282","ref":"282","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/282","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/282","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/282.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":351,"text":"τοῦ Χριστοῦ, καὶ μίαν φόσιν αὐτὸν ὅλον εἶναι. Καθ´ σ πιποίπκε τοπικὴν σύνοδον ὁ μακάριος Φλαβιανὸς ἐπίσκοπος ὤν Κωνσταντίνου πόλεως καθελὼν αὐτὴν καὶ ὁρίσας ὁμοούσιον ἡμῖν εἶναι τὸ σῶμα τοῦ Χριστοῦ. Εἰτα δέησιν ὁ Εὐτυχὴς ἐπιδεδωκὼς τῷ βασιλεῖ μετέπεισεν αὐτὸν, καὶ μεταστειλάμενος Διόσκορον τὸν τοῦ μεγάλου Κυρίλλου διάδοχον ἐποίησε τὴν ἐν Ἐφέσῳ τὸ δεύτερον σύνοδον κατὰ Φλαβιανοῦ τὴν λεγομένην λῃστρικὴν, ἐν ἡ κυλλωθεὶς ἀπό πληγῶν ὁ Φλαβιανὸς ἀπέθανεν ἐξ αὐτῶν. Ἐφ´ ᾠ καὶ γέγονεν ἡ ἐν Χαλπηδόνι τετάρτη σύνοδος κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, εἰποῦσα καὶ τοῦτο, «Κυρλλου αἰωνία ἡ μνήμη.» Διὰ μέντοι τὸ καθαιρεθῆναι τὸν Διόσκορον διεσχίσθησαν ἀπ´ ἀλλήλων ἤ τε Κωωνσταντίνου πόλις καὶ ἡ Ἀλεξάνδρεια. ΒυΠἰαΙα : «Ἐπειτα Γεοοτειῖο Σιῖἱ οειο.» Οὐ νοιο Βοεεονυε ἀὈΔεμ οιᾶε εαοῖο σὺΗονεΡαι, Δἄααἰεκ εΚΠἱ α εε ἰηνῖεη ΟοοΙῖᾳ ὲ ΑΙόναπιἰΜετὰ δὲ τὴν τοιαύτην τετάρτην σύνοδον ἔσπευδον αὖθίς τινες ἰερεῖς τε καὶ μοναχοὶ τὸ τοῦ Εὐτυχοῦς δόγμα συνιστᾷν· ὅθεν ὁ τηνικαῦτα χρηματίζων πατριάρχης Ἀνατόλιος συμβουλεύει γραφῆναι δυσὶ χάρταις καὶ ἀμφοτέρων τῶν μερῶν τὰ δόγματα, καὶ τῇ λάρνακι τῆς μεγαλομάρτυρος Εὐφημίας ἐμβληθῆναι, καὶ οὔτω δηλωθῆναι τὴν ἀλήθειαν Γίνεται ταῦτα, καὶ θαῦμα παράδοξον ἦν ἰδεῖν· παρὰ γὰρ τοὺς πόδας τῆς ἀγίας ἐῤῥιμμένος εὐρέθη ὁ τῶν ἀντιδικούντων τῇ ἀληθείᾳ χάρτης, ὁ δὲ ἕτερος παρό τῇ χειρὶ αὐτῆς. Ἐπὶ μέντοι τούτου τοῦ Μαρκιανοῦ καὶ Συμεὼν μέγας ἐπέβη τοῦ στύλου· ἐκοινώνητος γὰρ μέχρι ολλοῦ ἔμενε διὰ τὸ καταρχὴν τοιαύτην ἐνδείξασθαι· πολλοὶ γὰρ οἱ μεμψίμοιροι. Μετὰ δὲ Μαρκιανὸν Λέων ὁ μέγας ἔτη ιην κρατήσας τελευτᾷ δυσεντερικός· ἐφ οὐ σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ, νεφέλη σαλπιγγοειδὴς ἐπὶ ἡμέρας μʹ. καὶ ἔβρεξε σποδὸν ἐν Κωνσταντινουπόλει, σπιθαμὴν τὸ πάχος ἔχουσαν. Καὶ πάντες ἐλιτάνευον, λέγοντες ὅτι πῦρ ἦν καὶ τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ ἐσβέσθη. Τότε καὶ Δανιὴλ ὁ μέγας ἐπέβη τοῦ στύλου ἐν τῷ Ἀνάπλῳ. Τότε καὶ ἡ θεία ἐσθὴς τῆς τοῦ Κυρίου Μητρὸς ἀνεκομίσθη. Οὗτος ὁ μέγας Λέων ἐκέλευσε τὰς Κυριακὰς ἀπράκτους εἰναι καὶ μήτε ἱππικὸν τελεῖσθαι μήτε μουσικὰ ἠχεῖν ὄργανα, ἀλλὰ πάντας τοῖς θείοις ἐνασχολεῖσθαι ναοῖς. Τέτε δὴ. τότε καὶ ἡ τῶν Ῥωμαίων παύεται ἱασι.λεία. Σημείωσαι δὲ ὅτι ἀπὸ Ῥωμύλου ἤρξατο αὕτη, καὶ μετὰ ατ´ καὶ γʹ ἔτη ἐν Ῥωμύλῳ πάλιν πέπαυται, κρατούντων ἐκεῖσε μετὰ ταῦτα ῥηγῶν μεγιστάνων καὶ ὅσοι τοιοῦτοι χωράρχαι μάροαροι.","prev":{"citation":"Annales 281","label":"281","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/281","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/281"},"next":{"citation":"Annales 283","label":"283","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/283","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/283"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}