{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 283","citation":"Michael Glycas, Annales 283","ref":"283","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/283","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/283","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/283.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":395,"text":"Μετὰ δὲ τοῦτον κρατεῖ Λέων ὁ ἕγγονας αὐτοῦ καὶ υἱὸς Ζήνωνος τοῦ ἐξ Ἰσαυρίας ἔτη βʹ· τὸν γὰρ επὶ θυγατρὶ αὐτοῦ Ἀριάδνῃ γαμβρόν Ζήνωνα παριδὼν ὁ μέγας Λέων τῷ ἐγγόνῳ αὐτοῦ τὰ τῆς βασι.λείας ἐνεχείρισε σκῆπτρα. Μετὰ δὲ τὸν τοιοῦτον Λέοντα Ζήνων ὁ πατὴρ αὐτοῦ καὶ Ἴσαυρος ἔτη ιεʹ Οὗτος μετὰ τὸ βασιλεῦσαι ὑπὸ πενθερᾶς αὐτοῦ Βερίνης ἐπιβουλευθεὶς ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσας, πρὸς τὴν αὐτοῦ φεύγει πατρίδα. Κρατεῖ λοιπὸν ὁ τῆς Βερίνης ἀδελφὸς Βασιλίσκος ἔτη βʹ. Οὗτος ἐν Κωνσταντινουπόλει κτίσας παλάτιον ἐκάλεσεν αὐτὸ τὰ Βασιλίσκου. Ὁ μέντοι Βασιλίσκος οὐτος βραχὺ τοῦ κράτους γευσάμενος χειροῦται ὑπὸ Ζήνωνος ἐξ Ἰσαυρίας αὐ ὑποστρέψαντος, πυρε γίσκῳ δὲ στεῤῥῷ σὺν τῇ γυναικὶ αὐτοῦ κατακλεισθεὶς καὶ μείνας ἀπρόϊτος λιμῷ θανατοῦται. Ὁ μέντοι Ζήνων ὑποστρέψας ἐκεῖθεν, ὡς εἴρηται, τὸν μὲν Ἁρμάτιον, ὃς αὐτῷ κατὰ Βασιλίσκου συνήργησε, θανάτῳ παραδίδωσιν ὡς τοῦ οἰκείου δεσπότου προδότην, τὸν δὲ υἱὸν αὐτοῦ, καθὼς ὑπέσχετο, Καίσαρα προβάλλεται· μετὰ δὲ μικρὸν καὶ τὰς αὐτοῦ τρίχας ἐκκόψας ἀρχιερέα Κυζικηνοῖς καὶ ἄκοντα ἐφίστησι. Τούτῳ ποτὲ τῷ βασιλεῖ προεῖπεν ἀστρο-νόμος τις ὅτι Μετὰ βραχύ τελευτᾷς, καὶ αὐτοῦ τὴν βασιλείαν, ναὶ μὴν καὶ τὴν σύνοικον ἀνὴρ ἐκ της συγκλήτου λήψεται. Τοῦτο μαθὼν ὁ βασιλεὺς τοὺς πλείους ἀπώλεσεν, ὅσοι τε λαμπροὶ καὶ ὅσοι τὸν βίον εὐτυχέστεροι. Ἀλλ´ ἔλαθεν ἑαυτὸν τῷ Θεῷ πάντων καὶ τῇ αὐτου προνοίᾳ μαχόμενος· ὡς γὰρι ὁ Ζήνων ἔλιπε τὸν βίον καὶ τὸ κράτος, μεταπίπτες τὰ τῆς βασιλείας εἰς Ἀναστάσιον. Κρατεῖ τοίνυν ὁ Δυῤῥαχηνὸς Ἀναστάσιος οὗτος ἔτη κζʹ. Οὕτος μὲν οὗν καὶ δίκορος ἐλέγετο· τὴν γὰρ ἐτέραν κόρην ἔτυχεν ἔχων μέλαιναν, γλαυκόχρουν δὲ τὴν ἄλλην Τότε δὴ τότε περὶ τὸ παλάτιον ἀστραπαὶ καὶ βρονταί. Καὶ ὁ βασιλεὺς ἔνθεν κἀκεῖθεν διὰ φόβον περιειλούμενος ἐν ἑνὶ τῶν κοιτωνίσκων τῇ θείᾳ περιπίπτει ὀργῇ· καταπεσὼν γὰρ οὗτος νεκρὸν ἐκεῖνον αἱργάσατο. Ἐφ´ οὖ πῦρ ἐφάνη ἐν τῷ οὐρανῷ, σημαῖνον, ὡς ἔοικε, τὴν γεγονυῖαν ἀντίστασιν. Ὁ γὰρ λογοθέτης καὶ ὁ ἔπαρχος ἀναβάντες ἐν τῷ ἅμβωκα τῆς μεγάλης ἐκκλησίας ἐξ ἐπιτροπῆς τοῦ βασιλέως ἐπὶ τῷ ἐκφωνῆσαι τὸ τρισάγιον μετὰ τοῦ «Ὁ σταυρωθεὶς δι´ ἡμᾶς » ἔλεγον Ἡμᾶς, ἀντιστῆναι κατ´ αὐτῶν ἐποίησαν τὸν λαόν. Καὶ τοσαύτη γέγονεν ἀνάγκη ὡς καὶ οἴκους ἐμπρῆσαι, καὶ ἡγούμενόν τινα καὶ στυλίτην τῷ βασιλέως μέρει προσκειμένους φονεῦσαι, καὶ τὰ σώματα αὐτῶν κατακαῦσαι· ἀλλὰ καὶ τὸν βασιλέα εἰς πρόσωπον ὕβριζον. Οὗτος ἄνθρωπον εἶδε κατ´ ὄναρ κρατοῦντα κώδικα, καὶ πρὸς αὐτὸν λέγοντα, «ἰδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω ἔτη ιδ´ τῆς ζωῆς σου.» Ὃ δὴ καὶ γέγονε, καὶ ἀστραπόβλητος γεγονὼς θνήσκει, ἐτῶν πʹ οοιὸσοΘΟΟΘ","prev":{"citation":"Annales 282","label":"282","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/282","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/282"},"next":{"citation":"Annales 284","label":"284","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/284","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/284"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}