{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 288","citation":"Michael Glycas, Annales 288","ref":"288","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/288","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/288","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/288.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":363,"text":"θριαμβεύθησαν καυλοτομηθέντες, μεγιστᾶνες ὁμοῦ καὶ ἀρχιερεῖς, καὶ οὔτω περιαγόμενοι οἰκτρῶς ἐτελεύτησαν. Κατ´ ἐκεῖνο δὲ καιροῦ καὶ τὸ μέγα κῆτος άλιο τὸ εἰς ἐνιαυτοὺς τὴν Βυζαντίδα κατατρῦχον πεντήκοντα· τάς νῆάς τε γὰρ κατεβύθιζε καὶ τοὺς ἀνθρώπους διέφθειρεν, ᾧ ὄνομα Πορφύριος. Ἀοτὲ γοῦν δελφῖνας διώκων ἐν παραλίῳ κατεσχέθη τέλματι, τῶν δελφίνων περὶ τὴν γῆν ἐκπηδησάντων Καὶ οὖτως ἁλώσιμος γίνεται ὁ πάσης ἀνώτι ρος μηχανῆς ὁρώμενος τὸ πρὸ τοῦ. Λῆκος μὲν πήχεις τριάκοντα, εὖρος δὲ πήχεις δέκα κατὰ τὸν Καιααρέα Ιiροκόπιον. εἰ, ϛαυμ ἰ ἰὰ ἰοιαροιῖο νίεαε ἱωσεει οἷ οοὴρα ει ΠαοίλαιοΙε ευρετοι εεε- ΙοΙείεικάίΤότε δὴ καὶ τὰ τῶν Σηρῶν νήματα, τοῦτ´ ἔστιν ἡ μετάξα, παρὰ Ῥωμαίοις ἤρξατο γίνεσθαι. Κατὰ γὰρ τὸν διαληφθέντα Προκόπιον ἤγετο μὲν ἡ μετάξα δι´ ἐμπόρων ἐνταῦθα, οὐκ ἐγινώσκετο δὲ οὔθ´ ὄπως γίνεται οὔθ´ ὅτι σηρῶν νήματα ἐστι. Μοναχοὶ Ἀὲ δύο τινὲς ἐξ Ἰνδίας ἐλθόντες τὴν χένεσιν αὐτῆς Ἀεηγήσαντο, καὶ ὑπισχνοῦντο κομίσαι τὸν τῶν σκωλήκων ἐκείνων γόνον, ὡὰ ὄντα καὶ πάνυ σμικρὰ, κεῖΕαί τε Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλ ρόμενα καὶ εἰς σκώληκας μεταβάλλονται, καὶ ὅπως δημιουργοῦσι τὴν μετάξαν. Ὃ δὴ καὶ πεποιήκασι, πολλὰ παρὰ τοῦ βασιλέως εὐεργετηθέντες. Ἐπὶ ταύτης τῆς βασιλείας καὶ ἡ πέμπτη σύνοδος Κγέγονεν, ἀναθεματίσασα τὸν Ὠριγένην, εἰ καὶ πάλαι ἤκμαζε τὰ ἀσεβῆ τούτου δόγματα, προσέτι δὲ καὶ τὰς ὑπὲρ τοῦ Νεστορίου τοῦ Θεοδωρήτου συνηγορίας, καὶ τὴν τοῦ Ἴβα ἐπιστολὴν, ἢν πρὸς Μάρην τὸν Πέρσην ἔγραψε λέγουσαν μὴ Κτὸν Θεὸν Λόγον ἐκ τῆς Ἀειπαρθένου γεννηθῆναι. Γίνωσκε δὲ, ἀγαπητὲ, ὅτι τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου γέγονεν ἡ ἐν Πικαίᾳ πρώτη σύνοδος ὑπὸ Πατρῶν ἀγίων τιηʹ. Ὑπῆρχον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης ΣΑβεστρος πάππας Ῥώμης, Μητροφάνης Κωνσταντινουπόλεως, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας καὶ Μακάριος Ἱεροσολύμων. Συνῆλθον δὲ κατὰ Ἀρείου βλασφημοῦντος τὸν Θεὸν Λόγον, καὶ κτίσμα λέγοντος αὐτὸν καὶ ἑτερούσιον τοῦ Πατρὸς, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν. Ὃν καθελοῦσα ἡ ἁγία σύνοδος τὴν ὀρθόδοξον πίστιν ἐκράτυνεν. Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Θεοζοσίο τοῦ μεγάλου γέγονεν ἡ δευτέρα σύνοδος ἐν Κωνσταντινουπόλει ὑπὸ Πατρῶν ἀγίων ρν´ κατὰ Μα κεδονίου τοῦ Πνευματομάχου, ὅτε καὶ Γρηγόριος ὁ Θεολόγος τῆς Ἐκκλησίας ἐξεβλήθη. Ὑπῆρχον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων, Γρηγόριος ὁ Θεολόγος Κωνσταντινουπόλεω - καὶ Λάιλασος πάππας Ῥώμης, οἶτινες ἀνεθεμάτισαν Μακεδόνιον τὸ Πνεῦμα τὸ ἅγιον οἠ σφηΚΟΘ","prev":{"citation":"Annales 287","label":"287","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/287","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/287"},"next":{"citation":"Annales 289","label":"289","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/289","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/289"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}