{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 290","citation":"Michael Glycas, Annales 290","ref":"290","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/290","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/290","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/290.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":403,"text":"προσκυνεῖσθαι, τοὺς δὲ Εἰκονομάχους ἢ Χριστομάχους ἐκ μέσου ποιήσαντες. Γίνωσκε δὲ, ἀγαπητὲ, ὅτι τὴν τοῦ Θεοῦ μεγάλην ἐννλησίαν ὁ Ἰουστινιανὸς ἀνεγείρας ἔστησε καὶ τὴν στήλην αὐτοῦ ἐν ὑψηλῷ κίονι, τῇ μὲν ἀριστερᾷ χειρὶ κρατοῦσαν σφαῖραν μετὰ σταυροῦ, ἀφ´ οὗ δηλοῦται ἅτι διὰ τὴν εἰς Χριστὸν πίστιν ἐγκρατὴς γέγονε τῆς γῆς(σφαιροειδὴς καὶ γὰρ ἡ γῆ, τὴν δὲ δεξιὰν χεῖρα κατὰ ἀνατολὴν ἀνατεταμένην ἔχουσαν, καὶ ἐπαπειλοῦσαν ὥσπερ τοῖς Πέρσαις καὶ παρεγγυῶσαν ἡσυχῆ μένειν καὶ μὴ χωρεῖν ὅλως ἐνταῦθα· οὐδὲ γὰρ συμφέρει αὐτοῖς. Ἐν δὲ τῷ λη´ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ ὁ βασιλεὺς οὗτος ἄφθαρτον τὸ τοῦ Κυρίου σῶμα ἔλεγεν εἶναι καὶ τῶν φυσικῶν παθῶν ἀνεπίδεκτον, καὶ οὕτως ἐσθίειν πρὸ Κτοῦ πάθους καὶ πίνειν καθὰ δὴ καὶ μετὰ τὸ τὸ θος. Ἀλλὰ καὶ τὸν πατριάρχην Εὐτύχιον μὴ καταδεχόμενον ταῦτα ἐξορίζει ἐν Ἀμασείᾳ, ὅθεν καὶ ὥρμητο. Μετὰ δὲ Ἰουστινιανὸν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ. Οὗτος κτίσας παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν αὐτῇ τῇ πόλει, τὰ μὲν Σοφίας ἐκάλεσε τὰ δὲ Σοφιανὰς, εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ Σοφίας. Ἡ θαυμαστὴ αὕτη Σοφία ἐπισυνάξασα εἴ που ἦσαν ἐνέχυρα κείμενα τοῖς δεσπόταις ταῦτα δέδωκε, τὰ δὲ δάνεια τοῖς δανείσασιν ἐπανεσώσατο οἴκοθεν. Κατ´ ἐκεῖνο καιροῦ ἀνεφάνη καὶ ὁ ὑελεῴὸς Ἰουδαῖος ὁ τὸ παιδίον αὐτοῦ διὰ τὸ ἑνωθῆναι Χρια · κανοῖς παιδίοις καὶ φαγεῖν ἀπὸ τῆς μυστικῆς τραπέζης βαλὼν εἰς τὴν κάμινον, εἰ καὶ οὐκ ἐφλέχθη ] τῆς Θεοτόκου φυλαξάσης αὐτὸ, καθὰ δὴ τὸ παιδίον διεβεβαιοῦτο. Ταύτη τοι καὶ τοῦ τοιούτου θαύματος διὰ τοῦ πατριάρχου Μηνᾶ γνωρισθέντος τῷ βασιλεῖ, μετακαλεῖται ὁ Ἰουδαῖος. Πολλὰ τοίνυν παραινεθεὶς καὶ μὴ πεισθεὶς τῆς οἰκείας ἀποστερεῖται ζωῆς ὡς φο νεὺς τοῦ ἰδίου παιὸός. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας τοῦ διαληφθέντος βασιλέως Ἰουστί. κου δὴ τοῦ Θρακὸς, ἡμέρᾳ γʹ ὥρα εʹ, πίπτει ὁ προῦλος τῆς τοῦ Θεοῦ μεγάλης ἐκκλησίας, καὶ συνετρίβη ὁ ἀξιοθαύμαστο, ἄμβων, ἡ πολύτιμος σωλαία οαὶ τὸ πολυποίκιλον ἔδαφος. Ζητεῖ τὴν αἰτίαν ὁ βασιλεὺς. Μανθάνει πρὸς τοῖς ἄλλοις καὶ τοῦτο, ὅτι διὰ τὸ ὑπερμήκη γενέσθαι τὸν τροῦλον ἐπὶ τὸ πανταχοῦ ὁρᾶσθαι αὐτὸς ἐαυτὸν βαστάζειν οὐκ ἠδύνατοι ὅθεν ἀνεγείρεται αὐθι, πεδινὸς δὲ λειπόμενος πρὸς Μετὰ δὲ Ἰουστῖνον Τιβέριος ὁ Θρῤς ἔτη δʹ, μετὰ δὲ τοῦτον Μαυρίκιος ὁ γαμβρὸς αὐτοῦ καὶ Καῖσαρ ἔτη κʹ.Οὗτος ἔκτισε τὸν ἐν Κωνσταντινουπόλει ναὸν τῶν ἁγίων μʹ. Ἐφ´ οὗ παιδίον ἐγεννήθη ἐν Κωνσταντινουπόλει χωρὶς ὀφθαλμῶν καὶ χειρῶν· πρὸς δὲ τῷ Ἰσχίῳ ἰχθύος οὐρὰ προσφυὴς αὐτῷ ὑπῆρχε. Καὶ κύων σαύτως ἑξάπους λεοντοκέφαλος. Καὶ ἐν τῇ Θράκῃ διο παιδία ἐγεννήθησαν, ὧν τὸ μὲν τετράπουν, τὸ δὲ","prev":{"citation":"Annales 289","label":"289","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/289","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/289"},"next":{"citation":"Annales 291","label":"291","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/291","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/291"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}