{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 292","citation":"Michael Glycas, Annales 292","ref":"292","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/292","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/292","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/292.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":378,"text":"καὶ τὸν Φιλιππικὸν ἀπεκτείναμεν καὶ τὸν θέλω Μ οὐν ελειὼε. Μεταστελλόμενος οὖν ὁ Φιλιππικὸς τοσοῦτον ἐπτοήθη ὥστε καὶ κοινωνίας μετασχεῖν καὶ τοὺς ὑπ´ Καὐτὸν ἐπὶ σποδοῦ καὶ σάκκου καθημένους καταλι πεῖν Καταλλάσσεται οὖν ὁ βασιλεὺς αὐτῷ, καὶ συν vνιιμῃν ἐιο´ αἱ· ἐκ άκωσεν αὐτὸν ἐξαιτεῖ. Τούτων οὕτως ἐχόντων ἐπανέρχεται ἀπὸ τοῦ Δυῤῥαχίου ὁ διαληφθεὶς Φωκᾶς, καὶ τῶν πολιτῶν ἐν τῷ ἑβδόμῳ συναχθέντων βασιλεὺς ἀναγορεύεται. Κρατεῖ οὖν ὁ Καππαδόκης οὐτος Φωκᾶς ἔτη ηʹ. Μετὰ δὲ ταῦτα τῶν δήμων στασιασάντων καὶ λεγόντων ὅτι Μαυρίκιος οὐκ ἀπέθανεν, ἐπὶ τὸν αὐτοῦ φόνον ὁ Φωκᾶς κινεῖται. Καὶ δὴ Ἀν τῷ τοῦ Εὐτροπίου λιμένι πρῶτα μὲν ἀναιροῦσι τοὺς εʹ παῖδας αὐτοῦ, μηδὲν ἄλλο τηνικαῦτα λέγοντος ἡ τοῦτο «Δίκαιος εἶ, Κύριε, καὶ δικαία ἡ κρίσις σου» τελευταῖον δὲ καὶ αὐτὸν ἀναιροῦσι. Τὴν μέντοι γυναῖκα αὐτοῦ σὺν ταῖς θυγατράσιν ἐν μοναστηρίῳ κατακλείει. Καλλιγράφος οὖν ἀπὸ παννυχίδος ἐν Ἀλεξανδρείᾳ στρεφόμενος ἑσπέρας καθ´ ἣν ἀνῃρέθη Μαυρίκιος, ἤκουσε τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν λέγοντας τὴν ἐκείνου ἀναίρεσιν, καὶ σημειωσάμενος πὸν καιρὸν εὐρίσκει τὸ πρᾶγμα οὕτως ἔχον. Τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῖς λοιποῖς αὐτοῦ συγγενέσιν ὁ Φωκᾶς διεπράξατο. ΚΤότε τοίνυν Χοσρόης ὁ Περσῶν βασιλεὺς ὥρμησε κατὰ Ῥωμαίων, ὁμοίως καὶ Ἅβαρες, διὰ τὸ τὸν ἀνόσιον προκρῖναι τοῦ ἐννόμου βασιλέως. Ἔτι δὲ καὶ θνῆσις ἀνθρώπων καὶ κτηνῶν γέγονε καὶ ἀφορία γῆς καὶ χειμὼν βαρύτατος, ὡς καὶ παγῆναι τὴν θάλασσαν καὶ πολλοὺς ἰχθύας τεθνάναι. Τότε καὶ ἐν ἡμέρᾳ τοῦ ἱππικοῦ ἀτακτήσας ὑβρίσθη παρὰ τῶν δημοτῶν, λεγόντων, «Πάλιν εἰς τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας,» ἐφ´ ᾧ καὶ πολλοὺς ἐθανάτωσε. Βλέποντες οὖν οἱ ἐν τέλει τὸ τῶν ἀνθρώπων πλῆθο· πολλὰ πάσχον κακὰ, δημευόμενον, τὰς κεφαλὰς ἀφαιρούμενον, γράφουσι πρὸς τὸν τῆς Ἀφρικῆς στρατηγὸν Ἡράκλειον, καὶ ὃς αὐτίκα κινηθεὶς ατόλον ἑτοιμάζει καὶ κατὰ τοῦ Φωκᾶ ἔρχεται, φέρων καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ Χριστοῦ. Ἐφ´ ᾧ καὶ νενίκηκε τὸν Φωκᾶν. Καὶ τούτου γεγονότος Φωτεινός τις ἐκ τῶν μεγιστάνων προεπιβουλευθεὶς παρὰ τοῦ Φωκᾶ εἰς τὴν σύζυγον αὐτοῦ εἰσῆλθεν ἀθρόον εἰς τὸ παλάτιον καὶ τὸν βασιλέα Φωκᾶν μέλανα χιτωνίσκον ἐνδύσας αὐτίκα τῷ Ἡρακλείῳ προσάγει. Καὶ ὃς ἔφη πρὸς αὐτόν· «Οὕτως, ἄθλιε, τὴν πόλιν διῴκησας;» καὶ ῤ Φωκᾶς, «Σὺ κάλλιον διοικῆσαι ἔχεις.» Ἐφ´ ᾧ καὶ χεῖρας εὐθέως τέμνεται καὶ πόδας, τὸ δέρμα τῆς ῥάχεως, τὰ αἰδοῖα. καὶ κοντῷ ἀναρτᾶται καὶ τελελ ταῖον τὴν κεφαλὴν ἀφαιρεῖται μαχαίρᾳ. Τὸ μέντοι σῶμα αὐτοῦ συρόμενον κατὰ τὴν τοῦ βοὸς ἀγοράν πυρὶ παραδίδοται.","prev":{"citation":"Annales 291","label":"291","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/291","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/291"},"next":{"citation":"Annales 293","label":"293","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/293","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/293"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}