{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 293","citation":"Michael Glycas, Annales 293","ref":"293","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/293","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/293","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/293.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":376,"text":"Κρατεῖ οὖν ὁ Ἡράκλειος μετὰ Φωκᾶν ἔτη λʹ. Οὗτος ὁ Ἡράκλειος πρός γε τὸν τοῦ Φωκᾶ γαμβρὸν Κρίσπον, πρότερον μὲν τοῖς κατὰ τοῦ Φωκᾷ συνευδοκοῦντα, ὕστερον δὲ Ἡράκλειον λοιδοροῦντα, εἰπεν, «Γαμβρὸν οὐκ ἐποίησας, ταλαίπωρε, καὶ φλον πως δὲ ποιήσῃς;»» καὶ περιώρισεν αὐτὸν ἐν τῇ χώρᾳ. Τότε ὁ Χοσρόης μετὰ πλήθους πολλοῦ τὸν Σάῖτον ἀπέστειλεν. Ἐκάθισεν οὖν ἐν Χαλκηδόνι, καὶ μεθ´. ὑποκρίσεως εἰρηνεύσας μετὰ τοῦ Ἡρακλείου ἔλαβε πρέσβεις μεγιστᾶνας οʹ, καὶ ἀπῆλθεν. Ὅτι δὲ τὸν Ἡράκλειον αὐτὸν οὐκ ἀπεκόμισε πρὸς τοῖς ἄλλοις ἐκεῖσε, τὴν αὐτοῦ δορὰν ἐκδύεται. Οἱ δὲ πρέσβεις δειναῖς εἰρκταῖς ἀσφαλίζονται. Τότε δὴ καὶ λοιμὸς μέγας καὶ θανατικὸν, καὶ ὁ ἥλιος ἠμαυρώθη, καὶ κάνιν ἔβοεξεν. Ὁ δὲ Χοσρόης τὸν Σάρβαρον ἀποστεί. λας τὰ τῆς ἀνατολῆς πάντα ἠφάνιζεν. Ἐφ´ ᾧ καὶ κατὰ Περσίδος ἐκστρατεύει Ἡράκλειος, καὶ ἐν ἕξ ἔτεσι πᾶσαν καθελὼν τὴν Περσίδα καὶ αὐτὸν τὸν Χοσρόην, ὃς ἔαυτὸν ἀπεθέωσε, πρὸς τούτοις δὲ καὶ τὸ τίμιον ξύλον ἐπανασώσαστυχε γὰρ ἀπὸ Ἰεροσολύμων σκυλευθῆναι λαμπρῶς ἐπανέζευξε. Μετὰ δὲ ταῦτα ὑπὸ Ἀθανασίου τοῦ τῶν Ἰακωβιτῶν καὶ Σεργίου Κωνσταντινουπόλεως πατριάρχου ἀπατηθεὶς εἰς τὴν τῶν Μονοθελητῶν ἐξεκυλίσθη αἵρεσιν. Καὶ δὴ νόσῳ μετὰ ταῦτα περιπεσὼνερος δὲ αὕτη) δι´ ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμωρεῖτο· ἡνίκα γὰρ οὐρῆσαι ελλε, σανίδα κατὰ τοῦ ἤτρου ἐτίθει. Τίνος ἕνεκεν; ἅτι τοῦ αἰδοίου τηνικαῦτα στρεφομένου τὰ οὖρα κατὰ τοῦ προσώπου ἐφέροντο. Ἔλεγχος δὲ τούτου προφανὴς τῆς αὐτοῦ παρανομίας ἦν, ἣν ἐποίει τῇ ἰδίᾳ συνευναζόμενος ἀνεψιᾷ. Μεὰ δὲ τοῦτον Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτος ἕν· ἡ γὰρ αὐτοῦ μητρυιὰ Μαρτῖνα σὺν αὐτῷ τῷ Πύῤῥῳ θανατηφόρον αὐτῷ κεραννύουσι φάρμακον. Ὅθεν τοῦ Κωνσταντίνου τὸν βίον, ὡς εἴρηται, καταλιμπάνοντος τῆς βασιλείας αὐτίκα ἡ Μαρτῖνα ἐπιδράσσεται, καὶ μετ´ αὐτῆς Ἡρακλωνᾶς ὁ παῖς αὐτῆς. Ἀλλ´ ἐπ´ ὀλίγον τοῦ κράτους ἀπογευσάμενοι τῇ θείᾳ δίκῃ περιπίπτουσιν, ἄλλο κερδάναντες μηδὲν ἢ τὸ κακοὶ φανῆναι· ῥῖνα μὲν γὰρ Ἰρακλωνᾶς, ἡ δὲ Μαρτῖνα γλῶτταν ζημιωθέντες εἰς τὴν ὑπερορίαν ἤχθησαν. Κατ´ ἐκεῖνο δὲ καιροῦ ἐν Καθαμγένῃ τῇ] πόλει λοιμικῆς νόσου συμβάσης καὶ πολλῶν θν, ἀκόντων, στρατιώτης τις ἄσωτος λαβών τὴν ἰδίαν γυναῖκα ἐξῆλθεν ἐν προαστείῳ, κἀκεῖσε τῇ τοῦ γεωργοῦ γυνῇ περιπεσὼν ἐτελεύτησε. Τῇ Δὲ ἐπαύριον ψαλλόμενος φωνῇ μέγάλῃ ἔκραξεν· «Ἐλεήσατέ με,» καὶ ἀναστὰς διηγήσατο πῶς τε ὑπ´ ἀγγέλων μέχρι τοῦ τῆς πορνείας τελωνίου ἐφέρετο, καὶ ὅπως ἐκεῖθεν ὑπὸ δαιμόνων κατηνέχθη εἰς τὸν ξδην, καὶ τίνων ἑκεῖσε γέγονε θεατής. Κἀντεῦθεν ἑαυτὸν καὶ πολλοὺς ὠφελήσας ἀπέθανε. Μετὰ δὲ Ἡρακλωνᾶν Κώνστας ὁ υἱὸς Κωνσταντίνου","prev":{"citation":"Annales 292","label":"292","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/292","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/292"},"next":{"citation":"Annales 294","label":"294","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/294","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/294"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}