{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 294","citation":"Michael Glycas, Annales 294","ref":"294","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/294","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/294","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/294.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":407,"text":"καὶ ἔγγονος Ἡρακλείου ἔτη κζʹ. Τότε κα]ὁ ψευδοπροφήτης Μωάμεθ ἐφάνη. Οἱ γὰρ Ἰσμαπλή ται μέχρις Ἡρακλείου εἰδωλολάτρουν, τὴν Ἀστάρτην, ἤγουν τὴν σελήνην, προσκυνοῦντες· ἡν καὶ Χαὶρ ὡνόμαζον, τοῦτ´ ἔστι μεγάλην. Τηνικαῦτα δὲ ἀνέστη αὐτοῖς Μωάμεθ. Οὗτος θητεύων γυναικί τινι πλουσίᾳ ὕστερον ἔλαβεν αὐτὴν εἰς γυναῖκα. Εἶχε δὲ καὶ ἐπίληψιν, καὶ θέλων κρύπτειν τὸ πάθος ἔλεγε τὸν Γαβριὴλ ὁρᾷν ἄγγελον καὶ μὴ φέρων αὐτοῦ τὴν Ὡέαν ὀλιγωρεῖν καὶ πίπτειν. Ἀξιόπιστα δὲ τὰ κατ’´ αὐτὸν ἔδοξεν ἀπὸ μοναχοῦ τινος Ἀρειανοῦ ψευδομαρτυροῦντος αὐτῷ δι´ αἰσχροκέρδειαν. Οὗτος ὁ Μωάμεθ εἰς Παλαιστίνην ἐλθὼν, καὶ ἐντυχὼν Ἰουδαίοις, Ἀρειανοῖς, πρὸς δὲ καὶ Νεστοριανοῖς, ἀπὸ πάντων ἠράνικε, καὶ θρησκείαν ἰδίαν παρέδωκεν. Οὐ παντάπασι δὲ χρᾶται τῷ νόμῳ· περιτομὴν γὰρ ἐδίδαξεν οὐ μὴν δὲ καὶ σαββατίζειν. Λέγει δὲ καὶ ἑαυτὸν κλειδοῦχον εἶναι τοῦ παραδείσου, τρεῖς δὲ ποταμοὺς φέρεσθαι ἐν αὐτῷ, μέλιτος, οἴνου καὶ γάλακτος. Λέγει καὶ αὐτὴν σκιὰν τοῦ Χριστοῦ σταυρωθῆναι διὰ φθόνον παρὰ τῶν Ἱουδαίων· αὐτὸν χὰρ ἀνελάβετο διὰ τὸ φιλεῖν ὁ Θεός. Οὐ καὶ εἰπόντος· ΚΣὺ ὁ Ἰησοῦς ἔλεγες ἑαυτὸν Θεόν·» ἀπεκρίνατο ὡς οὐκ αὐτὸς ἑαυτὸν ὠνόμασε Θεὸν, ἀλλ´ οἱ ἄνθρωποι Ἐδίδαξε δὲ τὰ πάντα ὡρισμένα καὶ ἀπὸ Θεοῦ γενέσθαι τοῖς ἀνθρώποις. Τὸν δὲ Μωαέαναὶ Αασιλν παραστῆναι μὲν ἐν τῇ κρίσει τοῦ Χριστοῦ, παραπεμφθῆναι δὲ τῇ κολάσει ὡς ἀνθρώπους ἀπατηλούς. Ἕλεγε καὶ τὴν ζωὴν ἔχειν ἐκεῖσε διὰ φθαρτῆς βρώστώ · τε καὶ πόσεως, Ἀλλὰ καὶ τὴν Ἀφροδίτην κεκρυμμένως σέβονται. Καὶ δῆλον ἐκ τῆς προσευχῆς αὐτῶν· λέγουσι γὰρ οὕτως· «Ἀλλὰ ἀλὰ οὐὰ κουβὰρ ἀλὰ,» τοῦτ´ ἔστιν, ὁ Θεὸς ὁ Θεὸς μείζων καὶ ἡ μεγάλη, ἤτοι σελήνη, Ἀφροδίτη Θεός. Μετὰ μέντοι τοῦ θεηλάτου Μωάμεθ θάνατον ἐφάνη ἀστὴρ ἐπὶ μεσημβρίαν δοκίτης, ἐπὶ ἡμέρας λʹ, σημαίνων τὴν τῶν Ἀράβων ἔφοδον· τότε γὰρ κατέακον τὴν Λαιιασκὸν καὶ ἄλλα πολλά. Ἐπαινεῖται δὲ ἡ γῆ αὐτῶν· σφόδρα γὰρ πολύκαρπός ἐστι δι´ εὔκροτον ἀέρα. Ἀλλὰ καὶ τὸ πήγανον οὐδὲν διαφέρει τῆς αυκῆς κατὰ τὸ μῆκος. Καὶ ἐν Παλαιστίνῃ δὲ πηγὴ ἰάσεις παρέχουσα, ἐν ᾗ τὸν Κύριον ὁδοιποροῦντα λέγουσι νίψασθαι. Καὶ δένδρον ἵσταται πάσης ἀῤῥωστίας ἀλεξίκακον, ὃ δένδρον εἰς γῆν ἐκλίθη καὶ προσεκύνησε δῆθεν τὸν Κύριον εἰς Αἴγυπτον φεύγοντα, σώζει· δὲ καὶ εἰσέτι τὸ σχῆμα τῆς προσκυνήσεως. Ἐκεῖ ἐστὶ καὶ ἡ βαταρῖτις ῥίζα ἡ φλογοειδὴς, ᾗ προσεγγίσαι τις οὐ τολμᾷ, ἀνασπᾶται δὲ κυνὸς τῆς ττὸιαύτης ῥίζης πλησίον δεθέντος· ἡ μέντοι ἐίζα πʹὸιαπτομένη δαιμονιζομένῳ φυγαδεύει τὸν δαίονα Γεωργεῖται δὲ καὶ ὀποβάλσαμον ἐκεῖσε πολύ. Ταύτῃ τοι καὶ τὴν γῆν ταύτην ὡς ἐξαίρετον τῷ ἠγαπημένῳ δέδωκεν ὁ Θεὸς Ἰσραήλ. Ἐν αὐτῇ καὶ ὁ Κύριος τὰ ττάντα εἰργάσατο. Ταύτην οὖν καὶ οἱ ἐξηγηταὶ τῆς γῆς ὀφθαλμὸν προσηγόρευσαν.","prev":{"citation":"Annales 293","label":"293","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/293","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/293"},"next":{"citation":"Annales 295","label":"295","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/295","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/295"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}