{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 295","citation":"Michael Glycas, Annales 295","ref":"295","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/295","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/295","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/295.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":360,"text":"Ὁ μέντοι Κώνστας θέλων συνάψαι ναυμαχικὸν πόλεμον μετὰ τῶν Ἀράβων ἔδοξε κατ´ ὄναρ διάγειν ἐν Θεσσαλονίκῃ. Ὅπερ ἀποκαλύψας τινὶ γνωστικῷ ἤκουσεν ὅτι κακὸν ἐνύπνιον· καὶ γάρ· «Θὲς ἄ λω τὴν νίκην» σημαίνει. Τῇ γοῦν ἐπαύριον συγκροτήσας πόλεμον καὶ ἡττηθεὶς ἐνέδυσε μὲν τὴν ἁλουργίδα πινὰ τῶν οἰκείων αὐτοῦ, αὐτὸς δὲ λάθρα ἔφυγεν Ἐπ´ ἐκείνῳ λοιπὸν σφαγέντι κατὰ τὸν πόλεμον πεπλήρωται · «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θήσῃ ὑπὲρ τοῦ φλου αὐτοῦ.» Ὁ δὲ Κώνστας κατῆλθεν εἰς Σικελίαν, βουλόμενος ἐν Ῥώμῃ καταστῆσαι τὸ βασίλειον· σφόδρα γὰρ ὑπὸ τῶν Βυζαντίων ἐμισεῖτο, ὅτι τε Μαρτῖνον τὸν πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει, ἐξώρισεν εἰς Χερσῶνα, χεῖράς τε καὶ γλῶτταν ποῦ μεγάλου Μαξίμου ἀπέτεμε μὴ συντιθεμένου τοῖς Μονοθελήταις. Ἔξ οὖν ποιήσας ἔτη ἐν Σικελίᾳ(νέμενε γὰρ τοὺς αὐτοῦ παῖδας ἐλθεῖν ἀπὸ Κωνσταντινουπόλεως ἀνῃρέθη ἐν βαλανείῳ. Κατ´ ἐκεῖνο δὲ ἀαιροῦ ἐφάνη Κωνσταντῖνος ὁ καὶ Σιλουανὸς λεγόμενος, ὁ Παύλου τοῦ Σαμοσατέως διάδοχος, ὃς ἐδίδασκε μόνοις τοῖς εὐαγγελισταῖς καὶ τῷ Ἀποστόλῳ προσέχειν, καὶ τούτοις διεστραμμένως. Μετὰ δὲ Κώνσταντα Κωνσταντῖνος ὁ υἱὸς αὐτοὔ ῥ Πωγωνάτος ἔτη ιζʹ. Πωγωνάτος δὲ ἐλέγετο δι´ αἰτίαν τοιαύτην. Τὸν ἐν Σικελίᾳ μαθὼν θάνατον του πατρὸς αὐτοῦ Κώνσταντος ἐκεῖσε κατάγει. Πάλιν οὖν ἀνέρχεται. Ἐφ´ ᾧ καὶ Πωγωνάτος λέγεται· ἀγένειος γὰρ ἐκεῖσε κατελθὼν τελειοπώγων ὑπέστρεψε, Τελευτᾷ δὲ τὸν βίον δυσεντερικός. Καὶ κρατεῖ μετὰ τοῦτον Ἰουστινιανὸς ὁ Ῥινότμητος ἔτη ιϛʹ. Οὗτος ὁ βασιλεὺς καθ´ ὑπερβολὴν ἐμισεῖτο παρὰ παντὸς λαοῦ, σκληρὸς ὢν καὶ ὑπερόπτης καὶ πᾶσαν τὴν γνῶσιν ἔχειν δοκῶν. Ὅθεν Λεόντιος πατρίκιος στασιάσας ἀναγορεύεται νυκτὸς ὑπὸ δήμου τῶν Βενέτων βασιλεὺς, ἡμέρας δὲ γενομένης κρατεῖ τὸν Ἰουστινιανὸν, καὶ ῥινοτομήσας αὐτὸν εἰς Χερσῶνα ἐξώρισε. Κρατεῖ λοιπὸν ὁ Λεόντιος ἔτη τρία. καὶ πάσχει τηνικαῦτα τὰ ἴσα τῷ Ἰουστινιανῷ· ὁ γὰρ παρ´ αὐτοῦ κατὰ Ἀράβων σταλεὶς μυρίανδρος στόλος καὶ ἅπαξ καὶ δις μὴ φέροντες τὴν ἐντεῦθεν κακοπάθειαν, Ἀψίμαρόν τινα προϊστῶσιν ἑαυτῶν καὶ κατὰ τῆς Βυζαντίδος χωριῦσιν. Ἀψίμαρος οὖν ὁ καὶ Τιβέριος μετονομασθεὶς κρατεῖ Λεόντιον καὶ ῥινοτομεῖ αὐτὸν καὶ φρουρᾷ καθείργνυσι. Κρατεῖ οὐν Ἀψίμαχος μετ´ α´τὸν ἔτη ζʹ. Τὸν μέντοι Λεόντιον αἱτῶν ἀστρολεσχούντων προῤῥήσεις ἐτάραττον. Ὅθεν καὶ πᾶσαν ἐκίνει κατὰ Ἰουστινιανοῦ μηχανήν. Γράφει γὰρ Χαγάνῳ τῷ τῶν Χαζάρων ἄρχοντι, χρήματα ὑπισχνεῖται ἐἰ τλν Ἰάστινιανὸν κρατήσας ἢ ὡς τρίδουλον ἀπεμπολήσει ἣ τὴν κεφαλὴν ἐκκόψει αὐτοῦ. Μανθάνει ταῦτα Ἰουστινιανὸς,","prev":{"citation":"Annales 294","label":"294","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/294","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/294"},"next":{"citation":"Annales 296","label":"296","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/296","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/296"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}