{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 299","citation":"Michael Glycas, Annales 299","ref":"299","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/299","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/299","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/299.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":350,"text":"τοῦ φιλοσόφου εὕρηται ὅτι ἐν τῷ καιρῷ τῶν διωγμῶν ἐπίσκοπός τις ἀφώρισε πρεσβύτερον, ὃς ἀπελθών που διά τινα χρείαν κρατεῖται ὑπὸ Ἐλλήνων καὶ μαρτυρεῖ. Ναὸς ἐκεῖσε αὐτῷ ἐγείρεται, τελεῖται τὰ ἐγκαίνια. Καὶ ἅμα τῷ τὸν ἐπίσκοπον εἰπεῖν· «Εἰοήνη πᾶσι,» τηνικαῦτα ἡ λάρναξ τοῦ ναοῦ ἐξεπορεύετο. Γίνεται τοῦτο δίς καὶ πολλάκις. Ὁπτάνε ται ὁ μάρτυρ τῷ ἐπισκόπῳ, λέγων· «Ἄπελθε, καὶ πεῖσον τὸν ἐπίσκοπόν μου ἐλθεῖν καὶ λῦσαί με. Ἀφώρισέ με γὰρ τῆς λειτουργίας, καὶ συλλειτουργῆσαι ὑμῖν οὐ δύναμαι. Καὶ τὸν μὲν στέφανον τοῦ μαρτυρίου ἔλαβον, τὸ δὲ πρόσωπον τοῦ Θεοῦ οὐκ ἐθεασάμην. Καὶ εἰ μὴ ὁ δήσας λύσει με, λῦσαι ἄλλος οὐ δύναται.» Γίνεται ταῦτα, καὶ ἡ λάρναξ οὐ κέτι τοῦ ναοῦ ἐξέρχεται. Ὅθεν καὶ πάντες τῷ Θεῷ δάξαν δεδώκασι τῷ διδόντι τοιαύτην ἐξουσίαν τοῖς δούλοις αὐτοῦ. Ἀλλὰ καὶ ὁ Χρυσοῤῥήμων οὕτω φησίν · «Ἡμεῖς μὲν οὖν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τὰ δεσμὰ περιβάλλομεν. Εἰ δέ τις τούτων καταφρονεῖ, ἐπιστήσεται ὁ τοῦ θανάτου καὶ τῆς κρίσεως καιρὸς, διδάσκων αὐτὸν ὡς ἀψευδής ὁ λόγος τοῦ Κυρίου καὶ ὁ νόμος τῆς Ἐκκλησίας αὐτοῦ.» Μετὰ δὲ Λέοντα ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος ὁ Κοπρώνυμος ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος ποικιλότροπος πάρδαλις. Οὖτος πᾶσαν κακίαν μετήρχετο, τοὺς ἁγίους τε μὴ λέγειν ἁγίους ἐθέσπιζε, τὰ λείψανα διαπτύειν αὐτῶν, καὶ πρεσβείαν ἐκεῖθεν μὴ ἐκκαλεῖσθαι· οὐ δύνανται γάρΚαὶ τὸ πάσης βλασφημίας μεῖζον, ὅτι τοιαῦτα καὶ περὶ τῆς Θεομήτορος ἐφρόνει· ἔλεγε γὰρ ὅτι ἕως οὖ εἶχεν ἐν ἑαυτῇ τὸν Χριστὸν. τετιμημένη ἐτύγχανε, ἀφ´ οὗ δὲ τοῦτον ἀπέτεκεν, ὢ τῆς ἀνοχῆς σου, Χριστέ! οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε, κατὰ τὴν εἰκόνα δῆθεν τοῦ βαλαντίου· πλῆρες μὲν νομισμάτων ὃ διὰ τιμῆς ἐστι, κενωθὲν δὲ οὐδενὸς λογίζεται ἄξιον. Ἀλλὰ καὶ τοὺς ἱεροὺς ναοὺς ἀνιέρους ἔσπευδε ποιεῖν· τὰς γὰρ ἱεράς μορφώσεις ἀπείληφεν, ἱππηλασίας δὲ ἀντ´ αὐτῶν ὑπεζωγράφει καὶ κυνηγέσια. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς μοναχοὺς ἐδίωκε καὶ ὡς ὄρνας κατέσφαττε. Ταῦτα δὲ βλέπων ὁ προῤόηθεὶς Ἀρτάβασδος συνάπτει πόλεμον αὐτῷ, καὶ τῆς βασιλείας ἐξώσας κράτωρ αὐτὸς ἀναγορεύεται. Ἐντεῦθεν ἀνθεῖται τὰ τῆς εὐσεβείας. καὶ τὰ τῶν ἐκκλησιῶν τὸ πρώην κάλλος ἐλάμβανον. Ἀλλ´ ὁ Βελίαρ ἐπὶ τούτοις οὐκ ἔφερεν. Ὑπέρχεται τὸ στρατιωτικὸν, κολακείαις θερμαίνει. Ἀθροίζει δύναμιν, τῷ Ἀρταβάσδῳ συνάπτει πόλεμον, νικᾷ κατὰ κράτος. Χειροῦται αὐτὸν","prev":{"citation":"Annales 298","label":"298","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/298","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/298"},"next":{"citation":"Annales 300","label":"300","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/300","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/300"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}