{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 300","citation":"Michael Glycas, Annales 300","ref":"300","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/300","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/300","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/300.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":381,"text":"ζῶντα καὶ ὀφθαλμοὺς ἐξορύττει, καὶ κράτωρ αὖθις ἀποκαθίσταται ὁ δεύτερος ὄντως Ἰουλιανός· ἀνθρώπους καὶ γὰρ ἔθυε τῇ Ἀφροδίτῃ. Ὅθεν καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ νοσήματα χαλεπὰ κατὰ θεομηνίαν συνέβαινον, κἀντεῦθεν θανατικὸν γέγονεν ἄῤῥητον. Φθορὰ γὰρ ἀνθρώπων τηνικαῦτα ἐπέπεσεν ῤποία δὴ καὶ ἐν ταῖς ἡμέραις Ἰουστινιανοῦ· ὁλόκληροι γὰρ ἐκλείσθησαν οἶκοι. Ἀλλὰ καὶ δείματα φοβερὰ ἑώρων οἱ ἄνθρωποι· ὡς ἐν ἐκστάσει καὶ γὰρ. γινόμενοι ἐδόκουν ἐντυγχάνειν ἀνδράσι τισὶ βριαροῖς. Τότε καὶ ψῦχος γίνεται μέγα καὶ πικρὸν, ὥστε καὶ τὴν ἀρκτῴαν τοῦ Πόντου παράλιον ἐπὶ Κμίλια ρʹ ἀπολιθωθῆναι τὸ πέλαγος ἐκ τοῦ κρύους, εἰς δὲ βάθος ἐπὶ πήχεσι λʹ. ὃ καὶ ἐπιχιονισθὲν Κηὐξήθη πήχεις ἑτέρους κʹ. Κατὰ δὲ μῆνα ΦεβΚΡουάριον εἰς διάφορα τμήματα διαιρεθὲν ἐπὶ τὴν πάλιν αὐτὴν καὶ μέχρι τῆς Ἀβύδου κατῆλθεν, ἔχον έν ἑαυτῷ καὶ ζῶα πάμπολλα πεπηγμένα. Τότε ὁ έλων πεζοπορῆσαι ἀπὸ ἀκροπόλεως εἰς Χρυσούπολιν οὐκ ἐκωλύετο, Τότε ὑπ´ αὐτῶν συντριβόμενα τὰ τείχη μεγάλως ἐδονήθησαν. Τότε ιβʹ νομίσματα ἐπράθη ὁ μόδιος ἡ κριθή. Τότε τῆς κατὰ Μεσοποταμίαν γῆς σχισθείσης ἡμίονος ἀνεδόθη πολεμίων ἔφοδον ἀνθρωπίνῃ φωνῇ προσημαίνουσα. Καὶ τότε Νικήτας τις εὐνοῦχος, τὰ πρῶτα φέρων παρὰ τοῦ Κοπρωνύμῳ, μηδὲν ἄλλο εἰδὼς ἢ ἐσθίειν καὶ πίνειν, χειροτονεῖται πατριάρχης. Οὗτός ποτε τὸ Εὐαγγέλιον ἀναγινώσκων ἐν τῷ κελλίῳ αὐτοῦ, ἀντὶ τοῦ εἰπεῖν ἐκ τοῦ κατὰ Ματθαῖον, «Ἐκ τοῦ κατὰ Ματθαῖον, » ἐξεφώνησεν. Ἐφ´ ᾧ καί τις τῶν παρισταμένων εἶπε· «Μὴ διαίρει τὴν αι δίφθογγον.» Πρὸς ἂν ἐκεῖνος ἔφη μετὰ θυμοῦ· «Φλυαρεῖς· τὰ γὰρ δίφθογγα καὶ τρίφθογγα πολλὰ μισεῖ ἡ ψυχή μου.» Ὁ δὲ τύραννος ἀπὸ ἐκστρατείας ὑποστρέφων ἀνθρακοῦνται τὰ σκέλη, καὶ περὶ τὸ στρογγύλον θνήσκει λάβρῳ πυρετῷ συσχεθεὶς, τοῦτο καὶ μόνον ἐπὶ τούτοις εἰπὼν, ὅτι Ζῶν ἀσβέστῳ πυρὶ παραδίδομαι. διὰ τὴν Μαρίαν· ἀλλ´ ἀπὸ τοῦ νῦν τιμάσθω. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι πολλὰ καὶ πολλάκις ζητήσαντες ὅθεν ἐκεῖνος ἐκλήθη Κοπρώνυμος, οὐδὲν ἄλλο ἢ τοῦτο μόνον εὔρομεν. Χώρα τίς ἐστι Κάβαλα οὔτω λεγομένη. Οἱ οὖν ἐκεῖθεν ὁρμώμενοι Καβαλῖψοι πάντως ἐλέγοντο. Ἐκεῖθεν οὗν καὶ αὐτὸς τὴν γέννησιν ἔσχηκε, καὶ ἐπειδὴ κατά τινα συνήθειαν Καβαλίνα ἡ κοπρία λέγεται, δικαίως ὁ κάκιστος ἐκεῖνος ἐπεκλήθη Κοπρώνυμος, ὡς ὄνομα κοπρίας ἐν ἑαυτῷ δῆθεν ἐπιφερόμενος, Μετὰ δὲ τοῦτον κρατεῖ ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ Λέων ἔτη εʹ, εὐσεβὴς μὲν ὢν κατ´ ἀρχάς· ὲ πειτα δὲ τὸ τῆς Ἐκκλησίας στέμμα φορεῖ, ὅθεν ἀπανθρακωθεὶς ὥσπερ ὑπὸ λάβρου πυρετοῦ τελευτᾷ. Τότε καὶ ὁ κύων ἐκεῖνος ἦν ὁ τὸν φονέα τοῦ κυρίου αὐτοῦ γνωρίσας ἐν καπηλείῳ εἰοτλθόνεα","prev":{"citation":"Annales 299","label":"299","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/299","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/299"},"next":{"citation":"Annales 301","label":"301","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/301","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/301"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}