{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 301","citation":"Michael Glycas, Annales 301","ref":"301","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/301","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/301","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/301.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":378,"text":"τοῦ πιεῖν οἶνον. Ὁ γὰρ κύων μετὰ τὸ φονευθῆναι τὸν κύριον συνοδεύοντά τινι κακούργῳ καθ´ ὁδὸν προσήλυτος ἐν πανδοχείῳ γέγονεν. Ἐκεῖσε γοῦν τυχαίως εἰσελθὼν ὁ φονεὺς ἐγνωρίσθη παρὰ του κυνὸς, καὶ τοσοῦτον ἦν ἐκεῖνος ὑπ´ αὐτῷ ὑλακτῶν ὥστε ὑπούίαν οὐκ ἀγαθὴν δοῦναι περὶ αὐτοῦ. Κρατεῖται λοιπὸν ὁ φονεὺς, προσάγεται τῷ ἄρχοντι, ἐτάζεται ἀκριβῶς, ὁμολογεῖ καὶ ἄκων, καὶ τελευταῖον ὡς κακοῦργος ἀναιρεῖται Μετὰ δὲ τοῦτον κρατεῖ ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῇ αὐτοῦ μητρὶ Εἰρήνῃ ἔτη ιζʹ, ὑφ´ οὖ ἡ εὐσέβεια κρατύνεται καὶ τὰ μοναστήρια πλατύνονται Τότε. καὶ ἐν τῇ Θράκῃ ἀρύσσων τις εὗρε λάρνακα ἐν ᾗ γεγραμμένον ἦν· «Χριστὸς γεννᾶσθαι μέλλει ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν Ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων ὄψει με πάλιν, ὧ Ἥλιε.» Ἠ Εἰρήνη αὕτη τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ συμβασιλεύουσα, καὶ μὴ ἀνενομένη τῶν παρὰ αὐτοῦ γινομένωναὐτήν τε γὰρ τῆς βασιλείας ἐποίησεν ἔκπτωτον, εἰ καὶ μεταμεληθεὶς πάλιν ἐπὶ τὰ βασίλεια ταύτην ἀνήγαγε, καὶ τὴν ὁμόζυγον αὐτοῦ σώφρονα καὶ λίαν οὐσαν ἐξάγει, μίξιν δὲ γυναικὸς ἄλλης ἀντεισάγει], τούτου χάριν ἐκτυφλοῖ αὐτὸν ὑπνώττοντα, ὡς ἐντεῦθεν καὶ τὸν ἥλιον ἐπὶ πλείστας ἡμέρας μὴ δοῦναι καθαρὰς τὰς ἀκτῖνας αὐτοῦ. Ἀλλ´ ἡ βασιλὶς Εἰρήνη μετάμελον ἐφ´ οἷς δέδρακε σχοῦσα, καὶ θέλουσα τοῦ μίσους ἑαυτὴν ἀποπλῦναι, χρημάτων θησαυροὺς τῇ πόλει ἐκκενοῖ καὶ λύει τὰ χρέα. Πλὴν οὐκ ἐπενύσταξεν ὁ παντεπόπτης ὀφθαλμός· πρὸς βραχὺ καὶ γὰρ τῆς ἡδονῆς τοῦ κράτους αὕτη γευσαμένη ἀθινθιάζοντα πίνει κρατῆρα. Ἐπανέστη καὶ γάρ τις τῶν συγκλήτου, τοὔνομα Νικηφόρος, τὴν ἀξίαν πατρίκιος ἀπὸ γενικῶν, καὶ τῆς βασιλείας αὐτὴν ἀτίμως ἐξίστησι. Κρατεῖ τοίνυν ὀ Νικηφόρος οὖτος ἔτη θʹ, ἄνθρωπος φονικώτατος, δοῦλος χρυσοῦ, Μίδας ἄλλος ἄντικρυς, ὠνίους τὰς ἀρχὰς ποιούμενος. Οὗτος πᾶσι μὲν ἐῴκει κατηφὴς εἰναι, τὸν δὲ χρυσὸν αὐτῷ προσάγουσι καὶ πάνυ χαρίεις ἐφαίνετο Ἀλλὰ καὶ βαρὺ τοῖς Βυζαντίοις ἄχθος ἐπέθηκε, χάριν τῶν γηρασάντων τειχῶν ἀπαιτεῖσθαι τὸ λεγόμενον δικέρατον ἐκέλευσε. Πρὸς τούτοις δὲ ἐπεκράτει Κατ´ ἐκεῖνο δὲ καιροῦ καὶ τὸ τῆς ἁγίας Εὐφημίας λείψανον κατὰ θαλάττης ῥιφὲν παρὰ τοῦ Κοπρωνύμου ἐν Λέσβῳ τῇ νήσῳ ἐπανεσώθη. Καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δὲ Ζωναρᾶς ἐν τῷ χρονικῷ αὐτοῦ συντάγματι καὶ τέδε περὶ τούτου φησί. Δύο λόγοι φέρονται· ὁ μὲν γὰρ λέγει πυρὶ παραδοθῆναι παρὰ τοῦ Κοπρωνύμου τὴν ἀγίαν Εὐφημίαν, εἰ καὶ τῆς ἐλπίδος ἐκεῖνος διήμαρτενντ αὐτῆς γὰρ ἕτερον ἐκαύθη σῶμα], ὁ δὲ λέγει κατὰ βυθοῦ ῥιφῆναι αὐτὴν, θείᾳ χάριτι περὶ τὴν Λέσβον νῆσον ἐπανασωθῆναι.","prev":{"citation":"Annales 300","label":"300","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/300","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/300"},"next":{"citation":"Annales 302","label":"302","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/302","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/302"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}