{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 302","citation":"Michael Glycas, Annales 302","ref":"302","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/302","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/302","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/302.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":413,"text":"Τότε δὴ, τότε κακῶς οὕτω τοῦ Νικηφόρου τὰ τῆς βασιλείας διέποντος θρόος ἄτακτος παρὰ τῷ λαῷ καὶ στάσις ὅτι πολλή. Τότε καὶ Βαρδάνην τὸν στρατάρχην τὸ τῆς βασιλείας κράτος ἐκβιάζουσιν ἀναδήσασθαι. Ὅθεν καὶ τὸ τῆς τύχης οὗτος ἄδηλον δεδιὼς διορατικῷ τινι προσέρχεται ἀνδρὶ τὰ μέλλοντα μαθησόμενος, καὶ δὴ καὶ μεμάθηκεν ἀπλανῶς πάντα τὰ συμβησόμενα. Τὸν μέντοι Νικηφόρον, διά γε τὸ τὸν μέγαν Θεόδωρον τὸν Στουδίτην ὑπερόριον ποιῆσαι τοῦ δικαίου καὶ τῶν κανόνων ὑπερλαλοῦντα, ἡ θεία δίκη μετέρχεται· κατὰ Βουλγάρων γὰρ ἐκστρατεύσας ἐν τῷ πολέμῳ πίπτει καὶ τὴν κεφαλήν ἀφαιρεῖται. Τῷ παιδὶ Σταυρακίῳ τὰ σκῆπτρα καταλιμπάνει, Ἀλλὰ καὶ Σταυράκιος ἐκ μέσου τάχιον γίνεται κατὰ ταύτην τὴν μάχην δορατότρωτος γεγονὼς, κρατήσας μῆνας δύο, Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ Ῥαγγαβὲ ὀ ἐπὶ θυγατρὶ Προκοπίᾳ τοῦ Νικηφόρου γαμβρὸς ἔτη δʹ, μῆνας θʹ, ὁ καὶ βασιλείας ἄξιος· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἁγίους ἐπανεσώσατο Τοῦτον μέντοι τὸν Μιχαὴλ ἀρχὴν ὁ Σκυλίτζης τοῦ χρονικοῦ αὐτοῦ ποιεῖται συντάγματος. Ὁ δια ληφθεὶς Βαρδάνης, ἡνίκα προσῆλθε τῷ κατά γε τὸ Φιλομλιον διορατικῷ μοναχῷ, συνεφεπομένους εἰχε Λέοντα τὸν Ἀρμένιον, Μιχαὴλ τὸν Τραυλὸν καὶ Θωμᾶν τινα. Καὶ ὁ μὲν Βαρδάνης κατὰ τὴν τοῦ μοναχοῦ πρόῤῥησιν ἐκτυφλοῦται τυραννίδος ἐφιέμενος, ὁ δὲ Λέων ὕστερον καὶ ὁ Μιχαὴλ ἐγκρατεῖς τῆς βασιλείας γίνονται. Τῷ μέντοι Μιχαὴλ τῷ Ῥαγγαβὲ ἡ τῆς βασιλείας ἀποβολὴ καὶ οὕτω δεδήλωται. Παιδίσκη τις οἰκογενὴς ἦν τῷ Μιχαήλαὔτη κατά γε τὰς σεληνικὰς συνόδους πάθει μανίας ἡλίσκετο. Ἡνίκα γοῦν τῷ πάθει συνείχετο, κατά γε τὸν θουκολέοντα ἤρχετο, καὶ γεγωνότερον ἐβόα πρὸς τὸν βασιλέα «Κάτελθε, κάτελθε· ὑποχώρει τῶν ἀλλοτρίων·» Γίνεται τοῦτο πολλάκις. Ἐκπλήττεται ὁ βασιλεύς. Κοινολογεῖται τὰ περὶ τούτου οἰκείῳ τινὶ Θεοδότῳ τοὔνομα. Καὶ ὃς ἄμα τῷ γενέσθαι τὸ κοράσιον τῷ δαίμονι κάτοχον διερωτᾷ τε αὐτὸ καὶ μανθάνει τίνι προσήκει τὸ παλάτιον καὶ ὀποῖα τὰ τούτου γνωρίσματα. Ὁ δὲ ἡν Λέων ὁ Ἀρμένιος. Πολὺ τὸ ἐν μέσῳ καὶ παρὰ Μχαήλ πέμπεται πρὸς τῆς ἕω στρατηγὸς ὁ Ἀρμένιος. Εἰτα μετέρχεται τὸ στρατιωτικὸν, ἀνταίρει καπὰ Μιχαήλ. Τρίχινον λοιπὸν οὗτος ἐνδύεται, καὶ τῆς βασιλείας ἑκὼν ὑπεξίσταται εἱμΝοαι; ί εα ο ἰριροτε εἰδί οοοῖΙαια οκοιοῖιῖθμε οοιὴ Μολαεῖ αα σμλι. ΕΟ αημοὺεε οΟβΙλῆι αερειαΙ νθείολ ΙλΔΙἱ, εἰ λαρΒτΙΟ εροΩΙ Α ρΟΙΚρατεῖ οὖν μετὰ τὸν Ῥαγγαβὲ ὁ Ἀρμένιος ἔτη ζʹ, μῆνας εʹ. Καὶ τηνικαύτα τὸ γένος φιλονεικῶν ἐκτρίψαι τοῦ Μιχαήλ, τὰ παιδογόνα τοῦ παιδὸς αὐτοῦ μόρια, ᾧ ὄνομα Νικήτας, ἐκτέμνει, μή ποτε τεκνώσας ἀμύνηται αὐτόν. Εἰς ἄνδρας οὐν ὁ παῖς οὖτος ἔρχεται, καὶ τῆς νέας ταυτησὶ Ῥώμης ἀρχιερεὺς χρηματίζει, μετακληθείς Ἰγνάτιος ἐν μεταθέσει βίου. Ὁ δὲ Λέων κατὰ τῶν ἁγίων εἰκόνων ὁπλίζεται. Ἡ δὲ αἰτία τοιαύτη. Ὁ προορκτικὸς","prev":{"citation":"Annales 301","label":"301","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/301","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/301"},"next":{"citation":"Annales 303","label":"303","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/303","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/303"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}