{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 303","citation":"Michael Glycas, Annales 303","ref":"303","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/303","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/303","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/303.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":403,"text":"ἐκεῖνος τελευτᾷ μοναχός. Διαδέχετει τὸ κελλίον αὐτοῦ μοναχὸς ἄλλος, Σαββάτιος τοὔνομα, ὃς καὶ πείθει τὸν Λέοντα ἐκ μέσου ποιῆσαι τὰς ἁγίας εἰκόνας. Ὁ γὰρ Λέων τῆς βασιλείας ἐπιβὰς καὶ τῆς τοῦ μοναχοῦ προῤῥήσεως ἐπιμνησθεὶς στέλλει τάχα πρὸς ἐκεῖνόν τινας ἀμοιβάς· εὑρεθεὶς δὲ ὁ Σαββάπιος οὖτος καταπλήττει τε διὰ γραφῆς, καὶ ἔκπτωσιν τῆς βασιλείας ἀπειλεῖ εἰ μὴ τὰς εἰκόνας αὐτὰς καταστρέψειεν. Ἐντεῦθεν ἡ τῆς εἰκονομαχίας πυρκαῖὰ τῷ βασιλεῖ Λέοντι ὑπανάπτεται. Τηνικαῦτα καὶ ὁ ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος μὴ πεισθεὶς τῇ εἰκονομαχίᾳ συνθέσθαι ἐξόριστος εἰς Προικόνησον γίνεται, καὶ πρὸ πολλοῦ τοῦτο εἰδὼς, καὶ Ἐτι ταράξει τὴν Ἐκκλησίαν ὁ Λέων· ἔδοξε γὰρ τῷ μακαρίτῃ, ὁπηνίκα τὸ διάδημα τῇ τοῦ Λέοντος ἐπέθηκε κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι. Οὗτος οὖν ὁ μακάριος διὰ νηὸς εἰς τὴν ὑπερορίαν στελλόμενος ὄρθιος ἵστατο καὶ Πρός Κτινα τὸν ἀσπασμὸν ἐποιεῖτο. Καὶ τί τοῦτο ἐρωτηθεὶς, καὶ πρὸς τίνα ποιεῖται τὸν ἀσπασμὸν, πρὸς Θεοφάνην τὸν ὁμολογητὴν, ἔλεγε, τὸν τοῦ Ἀγροῦ καθηγητὴν, ἅτε κηροῖς καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον. Ἐπὶ τούτοις ὁ Λέων τὴν τοῦ μοναχοῦ καθ´ ἑαυτὸν στρέφων πρόῤῥησιν δέσμιον εἶχε τὸν Μιχαὴλ, εἴγε καὶ μᾶλλον ὁ τοιοῦτος θρασὺς καὶ ἀναίσχυντος ἦν. Ἐφ´ ᾧ καὶ παρὰ τῇ συγκλήτῳ ψῆφος γίνεται πυρὸς γενέσθαι τὸν Μιχαὴλ παρανάλωμα. Ὅ καὶ γενέσθαι ἔφθασεν ἂν, εἰ μή πως ἡ δέσποινα σὸ τοιοῦτον ἐκώλυσεν. εἰς μεσιτείαν τάχα προβαλλομένη τὴν ἐνεστῶσαν ἁγίαν τηνικαῦτα Χριστοῦ γέννησιν. Ὁ μέντοι Λέων ἀπό τε ὀνειράτων καὶ χρησμῳδημάτων καὶ ἐτέρων τοιούτων τινῶν ἔντρομος ὤν τὴν ἀναίρεσιν ἐκείνου κατέσπευδεν· ἀλλὰ καὶ πρὸς τὴν ὁμόζυγον αὐτοῦ ἔλεγεν· «Ὁ μὲν Μιχαὴλ ἤδη ἀνύεται διὰ σέ, σὺ δὲ καὶ οἱ ἐκ σὸ μετ´ ἀλίγον μαθήσεσθε.» Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ Μιχαὴλ τῇ τοῦ προῤῥηθέντος μοναχοῦ προῤῥήσει θάῤῥῶν κατὰ Λέοντος μελετᾷ τὴν ἐπιβουλὴν ταύτην, καὶ τῷ κατέχοντι αὐτὸν ἀποκαλύψας παππίᾳ. Ταύτῃ τοι καὶ νυκτὸς εἰσάγεται συν τοῖς ψαλμῳδοῦσι στρατιώτας ἐνόπλους. Καὶ ὁ μὲν Μιχαὴλ εἰς τὸν βασιλικὸν ἀνάγεται θρόνον, δεσμῷ τοὺς πόδας κατεχόμενος σιδηρῷ· τὸν δὲ Λέοντα καὶ προσπεφυγότα τῷ θείῳ ναῷ ἀνηλεῶς ἐκτέμνει τοῖς ξίφεσι Κρατεῖ τοίνυν μετὰ τὸν Λέοντα ὁ Τραυλὸς Μιχαὴλ ἔτη ηʹ, ὁ καὶ ἐξ Ἀμορίου ὁρμώμενος, δυσσεβής μὲν ὢν, οὐ μὴν δὲ καὶ ἀσεβεῖν ἀναγκάζων τοὺς εὐσεβεῖς. Ἐφ´ ᾧ καὶ ἀνίενται τηνικαῦτα οἱ ἄγιοι, ὁ μέγας τε Θεόδωρος ἀπὸ τῆς ὑπερορίας ἀνάγεται· προέφθασε γὰρ αὐτὸν ἐξορίσας ὁ Ἀρμένιος καὶ πολλὰ κακὰ ποιήσας ἅτε τῶν ἁγίων εἰκάνων ὑπερμαχόμενον. Τούτου μέντοι τοῦ Μιχαὴλ βασιλεύοντος Θωμᾶς τις χεῖρα ξαρεῖαν συλλέξας ἐξ ἀνατολῆς τε καὶ δύσεως, τριήρεις τε οὐκ ὀλίγας ποιήσας, κατὰ τῆς βασιλίδος ἐκστρατεύει τῶν πόλεων","prev":{"citation":"Annales 302","label":"302","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/302","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/302"},"next":{"citation":"Annales 304","label":"304","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/304","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/304"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}