{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 311","citation":"Michael Glycas, Annales 311","ref":"311","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/311","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/311","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/311.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":377,"text":"αὐτῷ. Μοναχὸς δέ τις Εὐχαΐτων πρόεδρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον, δεῖξαι λέγεται τῷ βασιλεῖ τεθνηκότα υἱὸν αὐτοῦ καθάπερ ζῶντά τινα· κατὰ γὰρ λόχμην τινὰ τὸν Κωνσταντῖνον ἔφιππον συναντῆσαι τῷ πατρὶ αὐτοῦ κατὰ φαντασίαν ἐποίησεν, ᾠ δὴ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ κατα.φιλήσας οὐκέτι τοῦτον ἑώρα. Καὶ ὁ μὲν βασιλεὺς κεγάλως περὶ τὸν μοναχὸν ἐφαντάζετο, ὁ δὲ ἕτερος υἱὸς αὐτοῦ Λέων ὁ φιλόσοφος φαρμακὸν ἐκάλει τὸν μοναχὸν καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. Πληγεὶς οὖν ἐπὶ τούτοις τὴν ψυχὴν ὁ Σανταβαρηνὸς τοιοῦτόν τι ἐπινοεῖται. Πείθει τὸν Λέοντα, καὶ ξιφίδιον ἐντὸς τοῦ ὑποδήματος φέρειν παρασκευάζει ὁπηνίκα τῷ πατρὶ συνθηρεύων ἦν. Οὐδὲ γὰρ τὸν δόλον ἐνόησεν. Ἐφ´ ᾧ καὶ ἐπίβουλον προσαγγέλλει αὐτόν. Δεσμεῖται λοιπὸν, καὶ ἐν ἑνὶ τῶν βασιλικῶν κατακλείεται θαλάμων, καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παράσημα. Μετὰ δὲ ταῦτα συμπόσιον μετὰ τῶν ἐν τέλει ποιεῖται ὁ κρατῶν κατὰ τὴν παλαιὰν συνήθειαν. Ψιττακὸς οὖν ἐκεῖσε ἀπῃωρημένος, Λέον, Λέον, ἐβόα πυκνά· ὀδυρομένου καὶ γάρ τινος τὸν Λέοντα τὴν φωνὴν ἐμιμήσατο. Ἀφορμῆς οὖν ἐντεῦθεν δραξάμενοι δέονται τοῦ βασιλέως περὶ τοῦ Λέοντος, λέγοντες ὡς εἰς κατηγορίαν ἡμῶν ἔσται τουτὶ τὸ ζῶον, εἴπερ αὐτὸ μὲν τον οἰκεῖον ἀνεκαλεῖτο δεσπότην, ἡμεῖς δὲ ἀμνημο οὖμεν ἐπὶ τοσοῦτον αὐτοῦ. Ταύτῃ τοι καὶ οὐκ ἀποτυγχάνουσι τοῦ σκοποῦ, Πρόσεχε δὲ, ἀγαπητέ, ὅτι διαφωνοῦσιν ἐνταῦθα πρὸς ἀλλήλους οἱ χρονογράφοι. Ὁ γὰρ Σκυλίτζης φησὶν ὅτι γονῆς ἠπόρει φυσικῆς ὁ Μιχαήλ· οἱ γὰρ μέθαις ἀεὶ ἐνασχολούμενοι, καθά φετιν οἱ περὶ τὰ τοιαῦτα δεινοὶ, γόνιμον οὐμενοῦν ἔχουσι τὸ σπέρμα πρός γε τὰ τῆς Ἀφροδίτης μυστήρια. Εἰ δὲ τοῦτο, πῶς λοιπὸν ὁ Λέων υἱὸς τοῦ Μιχαήλ; Ὁ δὲ ζωὴν, τοῦ Βασιλείου δὲ τῷ δοκεῖν· ἡ γὰρ μήτηρ τοῦ Λέοντοςfὐδοκία δὲ ἦν αὕτη, τοῦ Ἵγκηρος θυγάτηρ συμφθειρομένη πρότερον τῷ Μιχαὴλ, ἔγκυος τῷ Βασιλείῳ παρ´ αὐτοῦ συνεζεύγνυτο. Τοσοῦτον γὰρ αὐτὸν ὁ Μιχαὴλ φκειώσατο ὥστε καὶ διάδημα περιθεῖναι, τὴν ἀφορμὴν ἐκ τοῦ θρασέος ἴππου λαβὼν, ᾧ οὐδεὶς ἐπιβῆναι ἐτόλμα λαβ-μαστὸς γὰρ ἦν Βασίλειος κατά γε εἶδος καὶ τόλμαν. Ὁ Αασιλεὺς ουτος Βασίλειός ποτε κυνηγετῶν κὺμεγέθει ἐντυγχάνει ἐλάφῳ. Ἰνίκα γοῦν χεῖρα ξιφήρη κατὰ τῆς ἐλάφου ἦρεν, ἀντέστη τὸ ζῶον καὶ σοῖς κέρασιν ἠμύνατο τὸν διώκοντα. Καὶ τῇ ζώνῃ δὲ τοῦ βασιλέως ἐμπαρέντος τινὸς τῶν παραφυομένων κεράτων μετέωρος ἐκεῖνος τοῖς κέρασιν ἐφέρετο· καὶ τάχα ἂν ἠνάλωτο, εἰ μή τις ξίφει τεμών τὴν ζώνην αὐτὸν διεσώσατο. ᾯ δὴ καὶ σῶστρα καλὰ δέδωκεν ὁ ὑπ´ ἑκείνου σωθεὶς, τὴν τῆς κεφαοοιὸεοροΟϛ","prev":{"citation":"Annales 310","label":"310","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/310","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/310"},"next":{"citation":"Annales 312","label":"312","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/312","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/312"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}