{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 313","citation":"Michael Glycas, Annales 313","ref":"313","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/313","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/313","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/313.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":358,"text":"μεγάλου Κοσμᾶ, πολλὰ κατεδεήθη τοῦ βασιλέως, λέγων· «Μὴ ὀργίζου μηδὲ χαλέπαινε, ὦ βασιλεῦ· προγεγραμμένον γὰρ ἦν σοι παθεῖν παρὰ τοῦ καὶ Δαβὶδ, εἰρηκότος «Ὁσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἀγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.» Δεῖ οὖν σε, δέσποτα, ἐπ’´ ἄλλα ι ἕτη κρατεῖν τῆς βασιλείας.» Ὅ δὴ καὶ γέγονεν · ἀπέθανε γὰρ μετὰ δέκα χρόνους, κατ´ αὐτὴν τὴν ἡμέραν καθ´ ἡν καὶ ἐπλήγη. Ἡ μέντοι τοῦ Λέοντος γυνὴ Θεοφανὼ μὴ ζηλοτυπήσασα ὅτι γυΚρον ἀναδείκνυται. Ἠγάγετο δὲ τὴν τετάρτην γυναῖκα Ζωὴν τὴν Καρβωνοψίαν, ἧτις ἐβίω χρόνον συχνὸν μετ´ αὐτοῦ ἀστεφής. Ἀπὸ γοῦν ταύτης ἐτέχθη τῷ βασιλεῖ παιδίον ἄῤῥεν. Οὗπερ ἐν τῇ γεννήσει κομήτης ἐφάνη, τὰς ἀκτῖνας ἀπ´ ἀνατολῆς ἀφείς καὶ λάμπων ἄχρις ἡμερῶν μʹ. Τηνικαῦτα δὲ καὶ Λέων εὐλογεῖται μετὰ Ζωῆς παρὰ Θωμᾶ τοῦ πρεσβυτέρου τινὸς, ὃς δὴ καὶ καθαιρέσει ὑπέπεσεν. Ὁ δὲ πατρίκιος Σαμωνᾶς προεβλήθη παρακοιμώμενος, συνεργὸς ὢν Λέοντος εἰς πᾶσαν κακίαν. Καὶ αὐτὸν δὲ τὸν πατριάρχην οἰκονομεῖ ἐξορισθῆναι, ἅτε τῆς Ἐκκλησίας ἐπιβαίνειν παρ´ αὐτοῦ κωλυόμενος, Ἀνάγεται δὲ ἀντ´ αὐτοῦ Εὐθύμιος ἀνὴρ θαυμαστός. Ὁ μέντοι βασιλεὺς πολλὰ σπουἄάσας νόμον τεθῆναι ὥστε τὸν ἄνδρα τρίτην λαμβάνειν ἢ καὶ τετάρτην γυναῖκα τὸ σπουδαζόμενον ἀνύσαι οὐκ ἴσχυσε, τοῦ τοιούτου πατριάρχου Κτοῦτο παρεμποδίζοντος· ὅθεν καὶ στάσις ἐν τοῖς ἀρχιερεῦσιν οὐ μικρὰ γίνεται. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ περὶ ἑνώσεως ἐκγέγονε σύνΚωνσταντῖνον τὸν τοῦ Ἀνδρονίκου υἱὸν εἰς ἐκστρατείαν ὁ βασιλεὺς ἀποστέλλων, καὶ διὰ τοῦ τρικλίνου ἐξάγων αὐτὸν, ἀτενίζει πρὸς τὰς ἄνωθεν τῆς πύλης ἐστηλωμένας εἰκόνας τοῦ Χριστοῦ καὶ τῆς Θεομήτορος. Καὶ ἀτενίσας οὕτως ἔλεγε πρὸς αὐτόν· «Μή σε πλανάτω, ὧ Κωνσταντῖνε, τὸ ὄνομα, μηδὲ διὰ τοῦτο κατάρέαι Ῥωμαίων νόμιζε. βασιλεία γὰρ τῷ ἐμῷ Κωνσταντίνῳ υἱῷ παρὰ Θεοῦ τεταμίευται · καὶ δῆλον καὶ τοῦτό μοι γέγονεν ἀπὸ θείων ἀνδρῶν, προορᾶν δεδυνημένων τὰ ἔμπροσθεν, Γι νωσκε οὖν ὅτι τυραννήσαντός σου ἡ κεφαλὴ ἄτερ τοῦ σώματος διὰ τῆσδε τῆς πύλης εἰσελεύσεται.» Ὅ δὴ καὶ γέγονε· μετὰ θάνανον γὰρ τοῦ Λέοντος τυραννίδι ἐπιθέμενος ὁ Κωνσταντῖνος ἀνῃρέθη, καὶ τηνικαῦτα τὴν αὐτοῦ κεφαλὴν διὰ τῆσδε τῆς πύλης ἦν ἰδεῖν εἰσαγομένην περιῤῥεομένην αἵμασι· τοιαῦτα καὶ γὰρ οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες πάσχουσι. Κατ´ ἐκεῖνον δὴ τὸν καιρὸν ἔκλειψις ἡλίου μεγίστη γέγονεν· οὗ χάριν ὁ βασιλεὺς τὸν ἀρχιερέα Συνάδων Πανταλέοντα μετεκαὶ ἐοατο. ἔμπειρον","prev":{"citation":"Annales 312","label":"312","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/312","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/312"},"next":{"citation":"Annales 314","label":"314","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/314","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/314"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}