{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 324","citation":"Michael Glycas, Annales 324","ref":"324","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/324","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/324","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/324.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":412,"text":"Αααιλεῖ.ς ποιλοτίμως ἐπανωρθώσατο, δαπανήσας εἰς μένας τὰς μηχανὰς τῆς ἀνόδου, δι´ ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχβμενοι ᾠκοδόμουν τὸ πεπτωκὸς, κεντηνάρια ιπ Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὰ Βοδενὰ φρούριόν ἐατιν ἐπὶ πέτοας ἀποτόμου κείμενον, δι´ ἧς κατέῤῥει τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ ὑπὸ γῆς κάσαλθεν ῥέον ἀφανῶς, κἀκεῖσε πάλιν ἀναδυόμενον. Ὁ μέντοι Βασίλειος συχνοὺς πολέμους κατὰ Βουλγάρων στησάμενος καὶ διαφόρως αὐτοῖς συμπλακεὶς, καὶ τρόπαια στήσας κρείττονα λόγου, καὶ τὸν Σαμουὴλ κολλάκις καταλύσας, ἐπὶ τὴν βασιλίδα ἔρχεαι Καὶ δόγμα τηνικαῦτα ἐξέθετο τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας τελεῖσθαι παρὰ τῶν δυνατῶν. Κατωνομάσθη δὲ ἡ τοιαύτη σύνταξις ἀλληλέγγυον. Τοῦ πατριάρχου Σεργίου, τῶν μητροπολιτῶν καὶ πολλῶν ἄλλων ἀσκητῶν δεηθέντων ἐκκοπῆναι τουτὶ παράλογον ἄχθος, ὁ βασιλεὺς οὐχ ὑπήκουσε ἰα, εἰ αἰiἱ παεῖ οῖιρίοείε οκοιοῖεαιὶολὺω ἀοι ρά ἰαιρειαιοπο ὡε οεο ἰαμ αὐεο Ιε, εἰ αὺοὶρο ἰοτοεάογοἰ, ποΙἰαΠε Οἰε οὓιοκΡεΣΓε τοῖλς. Κατ´ ἐκεῖνον δὲ τὸν καιρὸν χειμών γέγονεν ἐπαχθέστατος, ὡς ἀποκρυσταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν. Ἀλλὰ καὶ κατὰ Ἰανουάριον μῆνα γέγονε σεισμὸς φρικωδέστατος καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς θʹ ποῦ Μαρτίου μηνός. Ἐν ταύτῃ ἀὲ περὶ δεκάτην ὥραν τῆς ἡμέρας γέγονε βρασμὸς καὶ κλόνος φρικτὸς κατά γε τὴν βασιλίδα καὶ τὰ λοιπὰ θέματα, καὶ πεπτώκασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων πάντων, ἃς ὁ βασιλεὺς εὐθυς ἀνεκτίσατο. Ταῦτα δὲ προεμήνυσε τὴν γενομένην ἐν Ἱταλίᾳ στάσιν· ἠγέρθησαν γὰρ καὶ οὗτοι σὺν Λογγιβάρδοις κατὰ Ῥωμαίων. Καθ´ ὧν ὁ Μέλης παρὰ τοῦ βασιλέως ἐκπέμπεται, καὶ λαμπρὸν ἵστησι τρόπαιον Ὁ κέντοι θασιλεὺς οὐ διέλιπε καθ´ ἕκαστον ἔτος εἰσιὼν ἐν Βουλγάροις. Ὁ δὲ Σαμουόλ μὴ δυνάμενος κατὰ τὸ ἐμφανὲς ἀντιτάσσεσθαι, ἔγνω δὲ τάφροις καὶ θριγγίοις τὴν Βουλγάρων κατοχυρῶσαι, κἂν διὰ κενῆς αὐτῷ ἀπέβαινε τὰ τεχνάσματα Συν άπτει οὖν μετὰ ταῦτα καὶ τῷ Σαμουὴλ, καὶ τοῦτον κατὰ κράτος ἡττᾷ, μόλις μόνον διασωθέντα εἴς τι φρούριον τὸν Πρίλαπον. Ὁ δὲ βασιλεὺς τοὺς ἑαλωότας τῶν Βουλγάρων ὡσεὶ ιεʹ, ὥς φασιν, ὄντας χιλιάδας ἀποτυφλώσας, καὶ ἑκάστην ἑκατοντάδα κεπηρωμένην ὑφ´ ἐνὸς μονοφθάλμου ὀδηγεῖσθαι κελεύσας, πρὸς τὸν Σαμουήλ ἐκπέμπει. Οὓς ἐκεῖνος λδών, καὶ τὸ πάθος οὐκ ἐνεγκὼν, λειποθυμίᾳ καὶ σκότει βάλλεται καὶ εἰς γῆν πίπτει. δατι οὖν καὶ μύροις οἱ παρόντες τὴν πνοήν αὐτοῦ ἀνακαλεσάμενοι ἀνενενκεῖν μικρὸν πεποιήκασιν. Ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. Λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ, καὶ μετὰ δύο ἡμέρας θνίακσι Ἕνθεν τοι καὶ παραλαμβάνει τὴν τῶν Βουλγάρων ἀρχὴν ὁ υἱὸς αὐτοῦ Γαβριὴλ, ὁ καὶ Ῥωμανὸς, ῥώμῃ μὲν καὶ ἰσχύ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος. Οὔτω μὲν οὖν τὴν τῶν Βουλγάρων ἀρχὴν κατέλυσεν ἅπασαν, ὧν μὲν","prev":{"citation":"Annales 323","label":"323","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/323","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/323"},"next":{"citation":"Annales 325","label":"325","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/325","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/325"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}