{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 325","citation":"Michael Glycas, Annales 325","ref":"325","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/325","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/325","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/325.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":397,"text":"κτανθέντων ὧν δὲ ἄλλων χειρωθέντων, καὶ ἐτέρων αὔθις τῶν ὁπωσδήποτε καταληφθέντων καὶ μὴ βουλομένων αὐτῷ προσελθόντων. Καὶ αὐτὴν δὲ τὴν Ἀκρίδα, καθ´ ἡν τὰ βασίλεια τῶν Βουλγάρων ἐτύγχανε, κατέσχεν· ἀφ´ ἧς καὶ χρήματα πολλὰ λίθους δηλαδὴ καὶ μαργάρους καὶ χρυσοῦ κεντηνάρια οʹ. ἀφείλετο. Μετὰ ταῦτα δὲ πάντα ἐν Ἀθήναις γενόμενος, καὶ τὰ τῆς νίκης εὐχαριστήρια τῇ Θεοτόκῳ ἀποδοὺς, καὶ ἀναθήμασι πολλοῖς λαμπροῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναλν, ὑπέστρεψεν εἰς Κσνσιαντινούπολιν, καὶ διὰ τῶν μαγάλων πυλῶν χρυσῷ στεφάνῳ λόφον ἰφόπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλαδι. αθλάβου γυναικὸς καὶ τῶν τοῦ Σαμουὴλ θυγατέρων καὶ τῶν λοιπῶν Βουλγάρων, καὶ οὕτω μετὰ τροπαίων ἐν τῇ ἐκκλησίᾳ εἰσῆλθεν. Ὅν δή παὶ πολλὰ τηνικαῦτα κατελιπάρει ὁ πατριάρχης Σέργιος σοέααι τὸ ἀλληλέγγυον· ἧν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο. εἰ τῶν Βουλγάρων ὑπερισχόσειεν. Ἀλλ´ οὐκ ἔπεισε. Ταῦτα μὲν οὐν πάντα τελέσας ὁ βασλεὺς καὶ κατὰ τῆς Σικελίας ἐκστρατεῦσαι ἐβούλετο. Ἀλλὰ ἐκωλύθη· νόσῳ γὰρ αἰφνιδίῳ συσχεθεὶς ἀπεβίω, καὶ θάπτεται ἐν τῷ κατὰ Ἕβδομον ναῷ τοῦ Θεολόγου, Ἀλέξιον μοναχὸν ἀπὸ μονῆς τοῦ Στουδίου πατριάρχην ἐνθρονιάσας. Ἔτυχε γὰρ εἰς ἐπίσκεψιν αὐεοῦ ἐλθεῖν μιτὰ τῆς τμίας κεφαλῆς τοῦ Προδρόμου · τοῦτον καὶ γὰρ εἶχε σύμβουλον πρὸς τὴν τοῦ κοινοῦ διοίκησιν, Μετὰ δὲ Βασίλειον τὴν ἅπασαν τῆς βασιλείας ἐξουσίαν ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος διαδέχε ται, κρατήσας ἔτη γʹ, εἰ μὴ καὶ κατ´ ἐκεῖνον ταύτη ν κκόσμησε, γυναιξὶ χαίρων ὁρχηστρίεις καὶ φιλοπαίγμοσιν · ἀλλὰ καὶ πρὸς ἱπποδρομίας ὡς οὐδεὶς Κσειος κεχηνὼς, τὴν τοῦ κοινοῦ φροντίδα ὡς οὐδὲν ἡγούμενος ἦν. Καὶ οὓς μὲν εὖρεν ἄνδρας ἀξιολόγους, κατήγαγε καὶ ἀπετύφλωσε, πρὸς δὲ τὰς ἀρχὰς ἐτέρους ἀνεβίβαζεν ἀφελεῖς καὶ ἀξίους γέλωτος, Σιυνέτριψε δὲ οὐ μόνον πένητας ἁλλὰ καὶ πλουσίους. Ἐν τρισὶ γὰρ ἔτεσιν, ἐν οἷς παὶ τὸ πᾶν τῆς αὐτοῦ βασιλείας, πέντε δασμοφορίας ἀπῄτησε· τὰς γὰρι δύο ἔτυχεν ἀφεὶς ὁ ἀδελφὸς αὐτοῦ. Μετὰ δὲ ταῦτα αἰφνιδίῳ νόσῳ συσχεθεὶς σκπτεται τὸνα καταλείψει διάδοχον. Πρός τινων οὖν ἐκδιδαχθεὶς ὡς εἰς Ῥομανὸν τὸ κράτος μετ´ αὐτὸν φοιτήσειεν, ἕνα μὲν ὄντα τῶν τῆς συγκλήτου, λεγόμενον δὲ Ἀφγυρόπου. λον, ἀξ ἀνάγκης τὸν τοιοῦτον μεταπέμπεται, ὧ καὶ ἀνάγκη ἐπέκειτο ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς καὶ τῇ τοῦ βασιλέως δυγατρὶ συναφθῆναι καὶ σῦτο βασιλεὺς ἀναγορευθῆναι, ἢ πηρωθῆναι τοὺς ὀφθαλμούς. Τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς αὐτῶν ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τοῦ ἀνδρὸς, μή τι καὶ πάθῃ δεινὸν, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα, καὶ οὕτως τῷ συζύγῳ πρὸς τῇ ὄψει καὶ τὴν βασιλείαν ἐχαρίσατο. Τριῶν θυγατέρων οὐσῶν τῷ βασιλεῖ Κωνσταντίνῳ, ἡ μὲν πρώτη ἀπεκείρατο, ἡ δὲ τρίτη ἀπηνήνατο. Συνάπτεται αυν τῇ","prev":{"citation":"Annales 324","label":"324","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/324","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/324"},"next":{"citation":"Annales 326","label":"326","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/326","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/326"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}