{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 326","citation":"Michael Glycas, Annales 326","ref":"326","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/326","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/326","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/326.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":421,"text":"ἑευτέρᾳ, ἡτις Χωὴ ἐκαλεῖτο, καὶ οὕτως αὐτοκράτωρ ἀναγορεύεται, κρατήσς ἔτη εʹ. Καὶ τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται· τῇ γὰρ Θεοῦ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσε δίδοσθαι κατ´ ἔτος ἀπὸ τῶν βασιλικῶν ταμείων χρυσοῦ λίτρας πʹ. Κόψας καὶ τὸ ἀλληλέγγυον, ἐκκενοῖ τε καὶ τὰς φυλακὰς, καὶ ἄλλα πολλὰ τοιαῦτα ποιεῖ. Ὀκτωβρίῳ δὲ μηνὶ, κατὰ τὴν λαʹ, χύσις ἀστέρος ἐγένετο ἐκ δυσμῶν πρὸς ἀνατολὰς τὴν πορείαν ποιοῦντος, καθ´ ἣν ἡμέραν καὶ πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύλου. Ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, κρατήσασα ἕως αὐτοῦ τοῦ Μαρτίου μηνὸς, τῶν ποταμῶν ἐκχυθέντων καὶ τῶν κολωνῶν πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδὶν πάντα τε τὰ ζῶα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ, κἀντεῦθεν ἐπακολουθῆσαι λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον δεινόν. Τὸ μέντοι τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἀτύχημα κατὰ Συε Ρίαν ἐγένετο. Κατ´ ἐκεῖνο δῆ καιροῦ καὶ τεράστιόν τι Κγέγονεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων περὶ τὰς ὑπω Ρείας τοῦ ὄρους τοῦ Κουζινᾷ, ἐν ᾧ πηγή ἐστι διειδοῦς ὕδατος, καθ´ ἡν ἤκουστο φωνή τιε οἰκτρὰ μετὰ δδυρμῶν καὶ οὐαὶ καὶ θρῆνος παρεμφερὴς ὀλοφυρμῷ γυναικῶν. Καὶ οὐχ ἅπαξ ἢ δίς τοῦτο γινόμενον ἦν, ἀλλ´ ἀπὸ Μαρτίου μηνὸς ἕως Ἰουνίου αὐτοῦ, καθ´ ἡμέραν καὶ νύκτα. Ἀπιόντων δέ τινων ἐπὶ τῳ κατασκοπῆσαι τὸν τόπον ἐν ᾧ ἡ φωνὴ ἐξηχεῖτο. ἀλλαά χοῦ μετέπιπτεν ἡ ὀλολυγή. Τοῦτο δέ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν γενέσθαι τοῖς Ῥωμαίοις ἀσολχίαν ἐν Κοίλῃ Συρίᾳ. Τοῦ γὰρ βασιλέως Νικηφόρου τοῦ Φωκᾷ τὰς πλείστας τῆς Συρίας παὶ Φοινίκης πόλεις τῇ Ῥωμαίων ἀποκαταστησαμένου, καὶ τρῦ μετ´ αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατυναμένου καὶ μέχρι γε Δαμασκοῦ τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ´ αὐτοὺς βασιλεὺς ἐμποδιζόμενος μὲν καὶ ὑπω τῶν ἐμφυλίων πολέμων, κατατρέχων δὲ καὶ τῶν Βουλγάρων δι´ ὅλου, τὰ τῆς ἕω καλῶς ἀσφαλίσασθαι εὐκ ἴσχυσεν· ἐν φαντασίᾳ γὰρ καὶ μόνῃ παραγενόμενος ἐκεῖαε τηνικαῦτα ὑπέστρεψεν, ἀσχολίαν ἔχων ἔμμονον τὸ τῶν Βουλγάρων καθυποτάξαι γένος. Ἐντεῦθεν οὖν ἀδείας οἱ περὶ τὴν ἕῳ δραξάμενοι τὴν ἑαυτῶν ἐλευθερίαν ἀναζητῆσαι διενοήσαντο. Ταύτη τοι καὶ ἐμελετᾶτο μὲν ἡ ἀποστασία ἐπὶ τοῦ Βασιλείου, ἐκρύπτετο δέ. Ἐπὶ δὲ Κνσταντίνσυ τὴν βασιλείαν ἀμελῶς ἰθύνοντος οἱ Σαρακηνοὶ, μηδενὸς ὄντος τοῦ κωλύοντος, ἐπόρθουν ἀδεῶς τὰ ἐν ταῖς πόλεσι φρούρια, πολλὴν ἁπανταχοῦ καταδρομὴν ποιησάμενοι. Οὕτω μὲν οὖν τῶν πραγμάτων ἐχόντων. ὁρμᾷ κατὰ τῶν Σαρακηνῶν ὁ βασιλεύς. Πρὸς τὸ Φιλομίλιον ἔρχεται. Πέμπονται πρὸς αὐτὸν πρέσβεις ἀπὸ Βεῤῥοίας, συμπάθειαν ἐξαιτούμεναι καὶ τὴν προτέραν δούλωσιν καὶ δασμοφορίαν καταδεχόμε νοι. Ὃ δὲ Ῥωμανὸς θέλων ἐνδείξασθαί τι γενναῖον κατὰ Συρίας, ὡς οἱ πρὸ αὐτοῦ βασιλεῖς τοὺς πρέσβεις οὐ δέχεται, ἀλλ´ ὁρμᾷ κατ´ αὐτῶν, μήτε τὴν τοὺ ὕδατος σπάνιν ἀναλογισαμένους, μήτε τοῦς Σαρακηνοὺς αὐτοὺς ὡς ἀκάθεκτοι μᾶλλον ἐν θερινῷ καιρῷ διὰ τὸ ἔθος τυγχάνουσι. Συνάπτεται τοιούτοις,","prev":{"citation":"Annales 325","label":"325","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/325","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/325"},"next":{"citation":"Annales 327","label":"327","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/327","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/327"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}