{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 327","citation":"Michael Glycas, Annales 327","ref":"327","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/327","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/327","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/327.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":352,"text":"ναται. Ὑποστρέφει πρὸς Ἀντιόχειαν, τοῦ στρατοῦ ὥ κοιλιακῷ συσχεθέντος νοσήματι καὶ τῷ δίώει αν θέντος. Ἐπιτίθενται καὶ αὖθις αὐτοῖς οἱ Σαρακηνοὶ, καὶ τοσοῦτον φθόρον ἐποίησαν ὥστε καὶ τὸν βασιλέα μόλις διασωθῆναι. Ὁ δὲ βασιλεὺς τὸν οἰκον τοῦ Τριακοντααύλλοω ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ´ ὁνόματι τῆς Θεοτόκου, συντρίψας τῇ προφάσει ταύτῃ τὸ ὑπήκοον καὶ κακώσας ἐν ταῖς τῶν ὑλῶν μετακο μιδαῖς. Καταλαμπρύνει δὲ καὶ τὰ κιονάκρανα τῆς μεγάλης Ἐκκλησίας καὶ τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. Μετὰ δὲ ταῦτα ἦλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνανεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν παρέχειν φόρους. Καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ τὰς σπονδὰς ἐβ-βαίωσε. Κατ´ ἐκεῖνο δὲ καιροῦ περὶ δευτέραν ὥραν τῆς νυκτὸς χύσις ἐγένετο ἀστέρος ἀπὸ μεσημβοίας πρὸς ἄρκτον πᾶσαν τὴν γῆν περιαστράψαντος. Ἐφ´ ᾧ καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα τὴν Ῥωμαίων ἀτυχήματα, Ἄραβες ληϊσάμενοι τὴν Μεσοποταμίαν ἄχρι Μελιτηνῆς, Πατζινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν Μυσίαν κακῶς διαθέμενοι. Τηνικαῦτα δὲ καὶ ἡ ἰδιόγραφος ἐπιστολὴ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ πρὸς Αὔγαμον πεμφθεῖσα τὸν τοπάρχην, ἐστάλη πρὸς τὸν βασιλέα. Οὗτος μὲν οὗν ὁ βασιλεὺς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν, τὰ ὑπὸ σεισμοῦ κακῶς παθόντα πτωχοτρο φεῖα παντάπασιν ἀνανεούμενος. Εἶτα νόσῳ χρονίᾳ βάλλεται καὶ τριχοῤῥυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθεὶς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ τηνικαῦτα ὀρφανοτρόφου. Οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρέτει τῷ Ῥωμανῷ. Ταύτῃ τοι καὶ τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἕσχεν. Ἦσαν δὲ τῷ Ἰωάννῃ καὶ ἕτεροι ἀδελφοί, Μιχαὴλ, Νικήτας, Κωνσταντῖνος καὶ Γεώργιος. Ἀλλ´ ὁ μὲν Κωνσταντῖνος καὶ Γεώργιος σὺν τῷ Ἰωάννῃ εὐνοῦχο ὄντες ἀγυρτικήν μετῄεσαν τέχνην, ἀλλὰ διὰ ποῆ Ἰωάννου πάντες οὗτοι τῷ βασιλεῖ ᾠκειώθησαν, Ἠ μέντοι Ζωὴ τὸν Ῥωμανὸν ὁρῶσα βίον ὑπερχόμενον σώφρονα, καὶ ἀπαρεσκομένη τῷ πράγματι σφαδασμοῖς ἅτε σαρκικοῖς ὑποθερμαινομένη, ἐρωτικὸν ἐνορᾷ πρὸς τὸν διαληφθέντα Μιχαήλ, εὐπρεπέ. στατον τὴν βψιν ὑπάρχοντα, καὶ οὕτω κρυφίως αὐτῷ ἐπεμίγνυτο. Ἐφ’´ ᾧ καὶ κατεργάζεται ὁ βασιλεὺς ἅτε τῆς βασιλίδος τὸν Μιχαὴλ εἰς τὸν βασιλικὸν θρόνον σπευβούσης ἀναγαγεῖν. Βραδυθανάτοις δὲ φαρ μάκοις κατεργασθείς, καὶ χρόνον συχνὸν κείμενος κλινοπετὴς, ὅλῃ ψυχῇ ἐπεκαλεῖτο τὸν θάνατον, Κατὰ δό γε τὴν μεγάλην πέμπτην τἀς ῥόγας τῶν συγ κλητικῶν ποιησάμενος, καὶ ἐπιθυμήσας λούσασβαι","prev":{"citation":"Annales 326","label":"326","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/326","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/326"},"next":{"citation":"Annales 328","label":"328","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/328","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/328"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}