{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 330","citation":"Michael Glycas, Annales 330","ref":"330","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/330","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/330","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/330.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":410,"text":"Ζωήν. Αὔτη δὲ διαλογισαμένη ὡς οὐκ ἄν ποτε τὰ κοινὰ διεξάγειν μόνη δύναιτο, τὸν τοῦ βασιλέως Μιχαὴλ ὁμώνυμον ἀνεψιὸν, Καίσαρα ὄντα, πρὸς δὲ καὶ δραστήριον εἶναι δοκοῦντα, εἰσποιητὸν προσλαμβάνει υἱὸν, καὶ βασιλέα τοῦτον ἀναγορεύει, κρατήσαντα δὲ ὡσεὶ μῆνας δʹ, ὅρκοις πρότερον αὐτὸν καταδεσμήσασα ὡς κυρίαν ἔχειν αὐτὴν καὶ μητέρα καὶ μὴ παρεμποδίζειν ἐφ´ οἷς ἂν καὶ ὅπως διαπράττεσθαι βούλοιτο. Καὶ αὐτὸν δὲ πρότερον ὀρφανοτρόφον ἐκποδὼν ἐποιήσατο, καὶ Κωνσταντῖνον ὡσαύτως τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρχῆς ἀπεστέρησε. Κατ´ αὐτὴν τὴν ὥραν καθ´ ἢν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μιχαὴλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθείς ἐγγὺς ἦλθε που πεσεῖν, μόλις δὲ ἀνακαλεῖται μύροις καὶ ἀρώμασι. Καὶ ὃς αὐτίκα δωρεαῖς περιποιεῖται τὴν σύγκλητον. Μεταπέμπεται δὲ τῆς ἐξορίας καὶ Κωνσταντῖνον τὸν δομέστι κον, καὶ οὔτω δῆθεν ἐν βεβαίῳ δόξας ἑστάναι παρευθὺς πίπτει. Γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ βουλαῖς τοῦ δομεστίκου, λεγόντων μὴ πιστεύειν τῇ βασιλίδι, ὡς ἂν μὴ πάθοι ὅσα δὴ καὶ Μιχαὴλ καὶ Ῥωμανὸς γοητείαις ἅγε παρ´ αὐτῆς κατεργασθέντες, διεγείρεται καὶ ἐπιβουλὴν κατ´ αὐτῆς μελετᾷ. Θέλων δὲ καὶ τὸν λαὸν ἰδεῖν, εἴπερ εὐνοῖκῶς πρὸς αὐτὸν διάκειται, καὶ οὕτως ἐπιχειρῆσαι τῇ ἐπιβουλῇ, κελεύει γενέσθαι προέλευσιν. Ἐφ´ ᾗ καὶ πάντας ἰδὼν ὡς εἰ δυνατὸν καὶ τὰς ψυχὰς προΐέναι χάριν τιμῆς αὐτοῦ καὶ λαμπρότητος, ἄπτεται τῆς ἐπιβουλῆς. Νυκτὸς οὖν κατασπᾷ τοῦ θρόνου καὶ ἐξορίζει αὐτὴν εἰς Πρίγκιπον, κελεύσας τοῖς ἀποκομίζουσι καὶ τὰς τρίχας αὐτῆς ἀποκεῖραι καὶ πρὸς αὐτὸν αὐτὰς ἀγαγεῖν. Γίνεται ταῦτα, καὶ ἀναφορὰ διὰ τοῦ ἐπάρχου τῷ λαῷ ἀναγινώσκεται ἐν τῷ τοῦ Κωνσταντίνου φόρῳ, περιέχουσα ὅτι Κακόνους ἡ Ζωὴ περὶ τὴν βαφιλείαν μου εὑρεθεῖσα ἐξορίζεται παρ´ ἐμοῦ· ὑμεῖς δὲ εἰπερ εὐνοῖκῶς διάκεισθε πρός με, μᾶλλον ἀξιωθῆτε τιμῶν. Καὶ παραχρῆμα φωνὴ ἐξακούεται οὕτω λέγουσα· «Ἡμεῖς σταυροπάτην Καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν κληρονόμον καὶ μητέρα ἡμῶν Ζωήν.» Ἀλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐβόων· « Ἀνασκαφείη τὰ ὀστᾶ τοῦ Καλαφάτου.» Καὶ λατ φέρονται· καὶ ὃς φυγῇ χρησάμενος μόλις διεσώξετο. Ὥ δὲ λαὸς εἰς τὴν ἐκκλησίαν καταλαβὼν ἐδυσφήμει καὶ μάλα τὸν βασιλέα, ἀνεκαλεῖτο δὲ τὴν Ζωὴν ὅλῃ ψυχῇ. Μετὰ δὲ ταῦτα πρὸς τὸ παλάτιον ἄρχονται, καταγαγεῖν τὸν βασιλέα βουλόμενοι, Ὅς καὶ πτοηθεὶς ἤγαγε τὴν Ζωὴν, καὶ ἀποδύσας αὐτὴν τὰ μοναχικὰ βασιλικοῖς ἐκόσμησε περιβλήμααιν. Εἶθ´ οὔτως τῷ λαῷ δημηγορήσας καὶ μηδὲν ἀνύσασρεσι γὰρ μᾶλλον ἐπλύνετο καὶ λίθοις καὶ τόξοις ἐβάλλετο), ἔγνω δεῖν ἐν τῇ μονῇ Στουδίου ἐπελθεῖν. Ὁ δὲ δομέστικος οὐκ ἀφῆκεν αὐτὸν, ἀλλὰ χεννάίως ἀντιστῆναι παρέπεισε καὶ ἢ ὑπερισχῦσαι Αασιλικῶς ἀποθανεῖν. Ἑτοιμάζονται ὡς εἶχον δυνάμεως. Τριχῇ οὖν οἱ τοῦ δήμου διαιρεθέντες, ὥσπερ δὴ καὶ οἱ περὶ τὸν Μιχαὴλ, κατ´ ἀλλήλων ἐχώρρυν. Ἔνθεν τοι καὶ ἐκ τοῦ δήμου πίπτει λαὸς οὐκ","prev":{"citation":"Annales 329","label":"329","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/329","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/329"},"next":{"citation":"Annales 331","label":"331","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/331","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/331"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}