{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 331","citation":"Michael Glycas, Annales 331","ref":"331","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/331","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/331","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/331.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":366,"text":"ὀλίγος, ἄοπλοι ὅντες καὶ πρὸς ξίφη παρατασσόμενοι. Πίπτουσιν οὖν ὡσεὶ χιλιάδες τρεῖς. Οἱ μέντοι πολῖται διὰ τὸ πλῆθος ὑπερισχύσαντες καὶ τὰς πύλας τοῦ παλατίου ἐκρήξαντες ἐντὸς εἰσέρχον. ται, καὶ αὐτίκα τὸ ἐν σεκρέτοις χρυσίον ἁρπάσαντες καὶ κατ´ αὐτοῦ τοῦ βασιλέως ὁρμῶσιν. Ὁ δὴ καὶ ἀπογνοὺς φυγὰς πρὸς τὴν μονὴν τοῦ Στουδίου ἔρχεται, καὶ σὺν τῷ θείῳ αὐτοῦ ἁποκεί. ρεται. Προκάθηται οὖν καὶ αὖθις ἡ βασιλὶς Ζωὴ σὺν τῇ ἀδελφῇ αὐτῆς Θεοδώρᾳ. Καὶ πρῶτα μὲν εὐχαριστεῖ τῷ λαῷ δι´ ἣν ἐνεδείξαντο πρὸς αὐτὴν εὔνοιαν, ἔπειτα δὲ καὶ σκέψις περὶ τοῦ Μιχαὴλ γίνεται. Τοῦ δὲ λαοῦ, «Σταυμωθήτω, τυφλωθήτω,» ἀναβοῶντος, ἡ μὲν Ζωὴ συμπαθὴς αὐτῷ κατεφαίνετο ἡ δὲ Θεοδώρα τὸν ἔπαρχον καὶ τὸ πλῆθος πρὸς αὐτοὺς πείθει δραμεῖν. Ὡς οὖν ἐκεῖνοι τῆς παρουσίας ᾔσβαυτο τοῦ λαοῦ εἰς τὰ ἄδυτα τοῦ ναοῦ καταφεήγουσιν. Ἀλλ´ ἐκεῖθεν ἁρπάζονται καὶ διὰ τῶν πο´ ἄῶν ἐν τῇ ἀγορᾷ σύρονται, κατὰ δέ γε τὸ Σίγμα τοὺς ὁφθαλμοὺς ἐκτυφλοῦνται, ὡς ἡ Θεοδώρα ἐνέσκηψεν. Ἔκτοτε οὖν κρατεῖ ἡ Ζωὴ σὺν τῇ αὐταδέλωη αὐτῆς Θεοδώρᾳ ὡσεὶ μῆνα ἕνα. Κἀντεῦθεν ἡ σύγκλητός τε καὶ τὸ κοινὸν διῃτᾶτο καλῶς, ἀπριάτων τῶν ἀρχῶν ἀπανταχοῦ τελουμένων καὶ μὴ ὠνίων, ὡς πρίν. Γίνεται σκέψις ὥστε βασιλεῖ νομίμως τὴν Χων συζευχθῆναι. Καὶ ἡ μὲν ἀγαγέσθαι ἔθελε Κωνσταντῖνον τὸν λεγόμενον Ἀρτοκλίνην· ἦν γὰρ καὶ τὸ εἰδος εὐπρεπὴς, ἐλέγετο δὲ καὶ πλησιάζειν αὐτῇ. Ἀλλὰ τοῦτον μὲν ἡσύνοικος, οὐχὶ μισοῦσα μέλλουσα δὲ αὐτοῦ στερεῖσθαι, τοῦ βίου ἐξάγει φαρμάκοις Ἔνθεν τοι καὶ τὸν Μονομάχον ἀπὸ τῆς ἐξορίας μεταπέμπεται. παρὰ τοῦ ὀρφανοτρόφου τὴν Μιτυλήνην κατακριθέντα οἰκεῖν· ἐφημίζετο γὰρ παρὰ πάντων ὡς ἐγκρατὴς ἔσται τῆς βασιλείας. Καὶ αὕτω μὲν τῷ Σκυλίτζῃ περὶ τοῦ Μονομάχου διείληπται, λέγεται δὲ καὶ τοῦτο, ὅτι τῶν κρατούντων ἤδη παρελθόντων Λεσβόθεν τῇ βασιλίδι μεταπέμπεται · ἐξώριστο γὰρ ἐκεῖθεν παρὰ τοῦ Μιχαὴλ ἅτε τῇ βασιλίδι συμφθείρεσθαι λεγόμενος. Ἐπανακέκληται οὖν, εἰ καὶ σβεσθῆναι παρὰ μικρὸν τὰς κόρας ἐκινδύνευε. Συνάπτεται οὖν τῷ Μονομάχῳ νο μίμως ἡ Ζωὴ, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς νέας, ἐν ἔτει ϛφν. Καὶ τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται, κρατήσας ἔτη ιβʹ. Ἠν μὲν γὰρ ἀδαής, ὥς φασι, τὰ πολεμικὰ, τοσοῦτον δὲ μεγαλοπρεπὴς καὶ μεγαλάδωρος ὡς πάντας ἐπαπολαῦσαι τῶν χαρίτων αὐτοῦ. Κατ´ ἐκεῖνον δὴ τὸν καιρὸν ἐφάνη κομήτης ἀπὴ τῆς ἑῴας πρὸς τὴν δύσιν τὴν πορείαν ποιούμενος, καὶ ἑωρᾶτο μῆνα ὅλον λάμπεων. Προεμήνυεδὲ οὗτος","prev":{"citation":"Annales 330","label":"330","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/330","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/330"},"next":{"citation":"Annales 332","label":"332","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/332","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/332"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}