{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 333","citation":"Michael Glycas, Annales 333","ref":"333","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/333","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/333","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/333.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":370,"text":"Μετὰ δὲ ταῦτα φροντίσι κοσμικαῖς ὑποπίπτει. Καὶ ἄλλαι μὲν ἀλλαχοῦ κατὰ τὴν ἕω συμβαίνουσιν ἀντιστασίαι, καὶ Λέων δὲ Τορνίκιος πατρίκιος, ὁ στρατηγῶν ἐν Ἰβηρίᾳ, ἐπὶ τυραννίδι διαβάλλεται. Παραλύεται οὖν τῆς ἀρχῆς καὶ ἀπεκείρεται. Ὁ δὲ μὴ εὐψύχως ταῦτα ὑπενεγκὼν, τοὺς ἐν Ἀδριανουπόλει καὶ μᾶλλον ὅσοι παρεωραμένοι καὶ ἄλλους τινὰς νεωτερισμοῖς χαίροντας οὐκ ὀλίγους ἐπισυνάξας, βασιλεὺς ἀναγορεύεται καὶ κατὰ τῆς βασιλίδος χωρεῖ. Ὁ δὲ βασιλεὺς μὴ ἔχων ἀντιστῆναι ἅτε δυνάμεωως ἱκανῆς ἀπορῶν, γράφει τῷ ἐν Ἰβηρίᾳ προβληθέντι Κωνσταντίνῳ, ὅτι μηδὲ τοῖς πολίταις ἐθάῤῥει ἅτε μὴ διακειμένοις εὐνοϊκῶς πρὸς αὐτὸν, τὰ ἐν χερσὶ πάντα καταλιπεῖν καὶ μετὰ δυνάμεως ὅτι πολλῆς εἰς τὴν βασιλίδα καταλαβεῖν. Ὃ δὴ καὶ γέγονε. Πρὸ δέ γε τοῦ ἐλθεῖν αὐτοὺς οὐ μικρῶς ὁ Τορνίκιος τὴν βασίλειαν διετάραξε, τοσοῦτον καταπολεμήσας ἐκ τῶν ἐκτὸς τοὺς ἐντὸς ὡς καὶ τὸν βασιλέα τόξου γενέσθαι παρὰ μικρὸν παρανάλωμα. Ἔκτοτε οὖν πρὸς Ἀρκαδίου πόλιν ἔρχεται. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ἐξ ἑῴας τὰ στρατεύματα παρεγένετο, στρατηγὸς οὖν αὐτοῖς Ἀ Ἰασίτης προβάλλεται. Κατὰ τοῦ ἀποστάτου χωρεῖ, χειροῦται αὐτόν· καὶ παρευθὺς αὐτὸν μὲν ἐκτυφλοῦσι καὶ Βατάτζην τινὰ, τοὺς δὲ λοιποὺς δημεύουσι. Μετὰ δὲ ταῦτα οὐ διέλιπον κατά γε ἀνατολὰς παρὰ Τούρκων καὶ κατὰ δύσιν παρὰ Πατζινακῶν λεπλααίαι καὶ πόλεμοι. Τότε καὶ Ῥωμανὸς ὁ Βοῖλος ὑψοῦται τὰ μέγιστα· ἀστεῖος γὰρ περὶ τὴν γλῶτταν ὤν καὶ εὐτράπελος γνωρίζεται τῷ βασιλεῖ, τιυᾶται, σύμβουλος καθίσταται. Εἶτα τυραννίδος ἐπιθυμεῖ, ὑπέρχεται καί τινας, ὅσους ἠδύνατο, Αλλ´ ἐφωράθη ταῦτα τῷ βασιλεῖ, καὶ οἱ μὲν συνωμόται πάσνουσι κακῶς, αὐτὸς δὲ πρὸς μικρὸν ὑποκατιὼν πάλιν ἐπανάγεται. Τότε δὴ καὶ παρὰ τοῦ τῆς Κἰγύπτου ἄρχοντος στέλλεται πρὸς τὸν βασιλέα ἐλέφας ζῶν καὶ καμηλοπάρδαλις. Τότε καὶ σπουδὴν ἔθετο τοὺς Πατζινάκας τέλεον ἀναλῶσαι. Στρατὸν αῦν πανταχόθεν ἐπισυνάξας ἐκπέμπει κατ´ αὐτῶν, Ἀλλὰ μέγα συμβαίνει κατὰ Ῥωμαίων ἐκεῖθεν τὸ ἀτύχημα. Ἔνθεν καὶ ἕτερον αὖθις συλλέγει στρατόν. Πλὴν σπονδὰς πρὸς ἀλλήλους τίθενται καὶ τὰ τοῦ στολέμου λύονται μέχρι τριακονταετίας. Πρὸς τούτοις δὲ μοναστήριον τὰ Μάγγανα οἰκοδομῶν, καὶ ἀφειδῶς τοῖς χρήμασι χρώμενος, εἰς τοσαύτην ἥλασεν ἔνδειαν ὥστε καὶ πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπῃηλείαν καὶ ἀτόπους εἰσπράξεις ἐφευρηκέναι. Φροντιστὰς οὖν ἀδίκους τοῦ δημοσίου ἐπιστήσας ἐξ ἀδίκων πόρων συνέλεγε χρήματα. Καταλύει δὲ καὶ τὸν Ἰβηρικὸν στρατὸν, ἀμφὶ τὰς ν´ χιλιάδας ἀρφμούμενον, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἀπὸ σῶν χωρίων ἐκείνων πορίζεται. Ἔνθεν τοι καὶ διὰ τὰς ἐκείνου κακίας καὶ ἀσωτίας τὰ τῶν Ἑωναίων","prev":{"citation":"Annales 332","label":"332","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/332","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/332"},"next":{"citation":"Annales 334","label":"334","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/334","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/334"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}