{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 346","citation":"Michael Glycas, Annales 346","ref":"346","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/346","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/346","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/346.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":432,"text":"ἐπὶ τῇ πρώτῃ θυγατρὶ καὶ τῷ ἐπ´ αὐτῆς κηδεστῇ Βρυεννίῳ ἐκέκτητο. Ταύτῃ τοι καὶ τὸ συγκλητικὸν σαν καὶ τὸ μὴ τοιοῦτον ἐπιτηδείως ὁ Ἰωάννης μετήρχετο. ἦν ΝΙαὴ ΩΑίχοΓομ εμεαε ΠτΙΙω, μοποτωπ ἐπὶ ΒΓνοπλω, ἰΓαπείίοῖαί. Πλο οἰ ὀλμοαμ ΠοαΩΙεε ολαίυ οἰ οιᾶης πΙοΓος εἰίοεε οοἰοὺαί. Εἴς μέντοι τῶν πρὸς ἑῴαν διαβάντων Λατίνων ὁ Βαιμοῦνδος συνθήκας μετὰ τοῦ κρατοῦντος ποιήσας μυρία τε χρήματα λαβών, καὶ τῇ Ἀντιοχείᾳ προσβαλὼν, τῇ πολιορκίᾳ τε ταύτην ἑλὼν τῶν συνθηκῶν ἐπιλανθάνεται, καὶ χεῖρα μᾶλλον αἴρει κατὰ Ῥωμαίων. Μέλλων δὲ πρὸς ἑσπέραν ἔρχεσθαι καὶ μήπω κατασχεθῇ πτοηθεὶς, θάνατον ἑαυτοῦ καταψεύδεται, κἂν ὕστεοον σπένδεται τῷ βασιλεῖ. Μετὰ δὲ ταῦτα νοσεῖ ὁ κρατῶν τοσοῦτον ὡς ἐκλελοιπέναι δοκεῖν. Προσκομίζεται αὐτῷ τὸ τοῦ Σωτῆρος ἡμῶν ἐκτύπωμα τοῦ κατὰ τὴν Χαλκῆν ἀνεστηλωμένου, ὅπερ ἦν ἐν πέπλῳ τινὶ πρὸ τῆς εἰκόνος ἀπῃωρημένον. Ὑφαπλοῦται τῇ κλίνῃ, καὶ ὁ κάμνων ἀνέῤῥωται. Ἐπὶ τούτῳ φόβος ὑποσείει οὐ μόνον τὸ δημοτικὸν, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἐν τέλει· φήμη γὰρ αὐτοὺς κατεκράτει ὡς ὁ κρατῶν κατ´ ἐκεῖνο τὸ μέγα τεθνήξεται Σάββατον. Ἀλλ´ ἡ τοιαύτη φήμη καὶ αὐτὴν τὴν τοῦ βασιλέως κατέσεισε ψυχήν. Ψευθὴς δὲ ὅμως ἠλέγχετο. Ὁ μὲν οὖν βασιλεὺς ἔκτοτε πεοὶ Φιλιππούπολιν διέφιβεν ἔαρ ὅλον καὶ θέρος. Τὸ δὲ αἴτιον ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυλικιάνους ἡ δημώδης ὀνομάζει φωνή. Πολὺ δὲ τὸ γένος τοῦτο ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ Τζιμισχῆ ἐκ τῆς ἑῴας καταγαγόντος αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαντος· οἴς δὴ καὶ διαλεγόμενος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν μετήνεγκε. Κατ´ ἐκεῖνο καὶ πολλοὶ γεγόνασιν ἐμπρησμοί. Κατὰ δὲ τὸ ἔαρ ἔπνευσεν ἄνεμος τοσοῦτον βίαιος ὡς καὶ ἄλλα μὲν συμβῆναι συμπτώματα, καταπεσεῖν δὲ καὶ τὴν ἐν τῷ κατὰ τὸ Πλακωτὸν κίονι ἱδρυμένην στλήην καὶ πολλοὺς τῶν ἐκεῖσε παρατυχόντων ἀνελεῖν· καὶ ὄμβρον δὲ ῥαγδαῖον ἐν τῇ μνήμῃ τῶν ἀγίων ἀποστάλων τοσοῦτον καταῤῥαγῆναι ὡς καὶ οἰκίας καταπεσεῖν ἀνθρώπους τε καὶ ζῶα ἀποπνιγῆναι. Ἐν τούτοις ἐπιδοομὴν Τούρκων κατὰ Ῥωμαίων. Ὁ δὲ κρατῶν μὴ ἰσχύων δι´ ἑαυτοῦ ἐκστρατεῦσαι, ἅτε κλινοπετὴς ὤν, στρατὸν ἐκπέμπει οὗ ἀρχηγὸς ὁ Καμύτζης Εὐστάθιος, ὃς δὴ καὶ προσβαλὼν τοῖς Τούρκοις αἰχμάλωτος ἄγεται καὶ τὸν στρατὸν ἀπόλλυσιν. Οὐκέτι οὖν ἀνέχεται ὁ κρατῶν, ἀλλ´ ἐκεῖσε καταλαμβάνει καὶ τοὺς Τούρκους ὡσεὶ καπνὸν διαλύει. Καὶ οἱ τὸν Καμύτζην κατέχοντες αὐτόμολοι σὺν αὐτῷ προσέρχονται τῷ βασιλεῖ. Μετὰ ταῦτα ὁ τῶν Τούρκων ἄρχων σπένδεται τῷ βασιλεῖ, καὶ ὁ καθ´ ἕνα οἴκαδε ἄπεισιν. Ἐπεὶ δὲ μετὰ ταῦτα τὰ τῆς νόσου ηὔξανε, κοινῇ γνώμῃ τῶν ἰατρῶν σίδηρον κατὰ στομάχου φλογόεντα δέχεται. Ἐπεὶ δὲ ὁ ἀὴρ ὁ ἐν ἀνακτόροις ἀὴρ οὐκ εὔκρατος ἐδόκει, ἅτε νοτιώτερος ὤν, εἰ τὰ τῶν Μαγγάνων ἀποκεκόμισται ἀνάκτορα, τοῦ χρεὼν, ὡς ἔοικε, καθέλκοντος· τὸ γὰρ, «Ἐν ἀκεσωδύνοις πεσεῖται» περὶ αὐτοῦ γεγράφθαι φασὶν οἱ περὶ τὰ τοιαῦτα δεινοί. Οήσρει οὖν ἐκεῖσε, τῆς βασιλείας","prev":{"citation":"Annales 345","label":"345","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/345","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/345"},"next":{"citation":"Annales 347","label":"347","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/347","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/347"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}