{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Annales 53","citation":"Michael Glycas, Annales 53","ref":"53","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/53","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/53","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/53.md","author":{"name":"Michael Glycas","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas"},"work":{"title":"Annales","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales","urn":"urn:cts:greekLit:tlg3047.tlg001"},"verse":false,"words":402,"text":"δεῖ πολυπραγμονεῖν, εἴγε καὶ μᾶλλον ὁ προφήτης Ἡσαΐας ὡσεὶ καπνὸν αὐτὸν στερεῶθῆναί φησιν ὑπὸ Θεοῦ, τὴν φύσιν ἐντεῦθεν αὐτοῦ παριστῶν, ὅτι λεπτὴ λίαν ἐστίν. Ὁ δὲ Πλάτων οὐσιωθῆναι λέγει τὸν οὐρανὸν ἑκ τῆς αὐτοειδεστέρας μοίρας τῶν τεσσάρων στοιχείων, κἀν τούτῳ διαφέρειν τῶν λοιπῶν σωμάτων αὐτόν· ταῦτα γὰρ ἐκ τῆς παχυτέρας μερίδος τὴν γένεσιν ἔσχηκεν. Ταῦτα δὲ· πάντως ὁ Πλάτων ἐδόξαζεν, ἐπειδὴ προῦπάρχειν ᾤετο τὴν ἀσώματον ὕλην, ἀφ´ ἧς ἄρα τὰ τέσσαρα στοιχεία. Ἀλλ´ ἐῤῥέτωσαν, ὡς μέγας φησὶ Μάξιμος, οἱ λέγοντες ὅτι οὐδὲν ἐξ οὐκ ὄντων ἐγένετο· ἡμεῖς γάρ φαμεν, ὥσπερ τῆς μεγαλοσύνης τοῦ πεποιηκότος οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς σοφίας αὐτοῦ καὶ δυνάμεως κατάληψις. Ὁ δὲ Ἀριστοτέλης ἑτερούσιον τὸν οὐρανὸν καὶ πέμπτον σῶμα καλεῖ. Καλεῖ δὲ αὐτὸν ἑτερούσιον καὶ ἄλλο τι παρὰ τὰ τέσσαρα, ὅτι καὶ ἡ κίνησις ἀμφοτέρων ἄλλη καὶ ἄλλη. Τὰ μὲν γὰρ ἄνω φέρονται ὡς κοῦφα, τὰ δὲ πάλιν ὡς βαρέα ὄντα κάτω κέκτηται τὴν φοράν· ὁ δὲ οὐρανὸς κυκλικὴν ἔχει τὴν κίνησιν, ἐφ´ ᾧ καὶ ἄλλο τι παρὰ τὰ τέσσαρα δοξάζει αὐτόν. Καὶ οὗτοι μὲν οὕτως. Ἡμεῖς δὲ καταβάλλεσθαι ὑπ´ ἀλλήλων ἀφέντες αὐτοὺς, τῷ θεόπτῃ πεισθῶμεν Μωσεῖ λέγοντι· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Κἀντεῦθεν ἐκ τοῦ κάλλους τῶν ὁρωμένων τὸν ὑπέρκαλον ἐννοώμεθα. ὡσαύτως ἐκ τοῦ μεγέθου- αὐτῶν ἀναλογιζώμεθα τὸν ὑπερμεγέθη καὶ ἄπειρον· κατὰ γὰρ τὸν σοφὸν Σολομῶντα ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Καὶ τί χρὴ πολλὰ λέγειν; Ἐκ τεσσάρων μὲν οὖν στοιχείων τὰ κτίσματα συνέστησαν, πλὴν οὐκ ἐκ τῆς ἀσωμάτου ὕλης τὰ στοιχεῖα τὸ εἶναι εἰλήφασι κατὰ τοὺς ἔξωθεν, ἀλλ´´ ἐξ αὐτοῦ τοῦ πάντων δημιουργοῦ καὶ Θεοῦ· ἐν τῇ πρώτῃ γὰρ ἡμέρᾳ καθ´ ἢν ἐξ οὐκ ὄντων παρήγαγε τὸν οὐρανὸν καὶ τὴν γῆν ὀ Θεὸς, τηνικαῦτα καὶ αὐτὰ συμπαρήγαγε τὰ στοιχεῖα, ὡς ἐντεῦθεν πάντα πρὸς τὸ εἶναι. παράγεσθαι. Καὶ περὶ μὲν τοῦ οὐρανοῦ τοιαῦτα, Ιερὶ δὲ τῆς γῆς εἰδέναι ὀφείλεις ὅτι μέσον αὕτη ποῦ παντὸς ἀπῃώρηται. Καὶ τοῦτο γνοίης ἂν ἐκ τῆς τῶν ἄστρων κινήσεως. Ἰσομεγέθη καὶ γὰρσύμπαντα φαίνεται ἡμῖν ἀνατέλλοντα καὶ μεσουρανοῦντα καὶ δύνοντα. Καὶ τοῦτό ἑστιν ὅπερ ὁ μέγας Βασίλειος ἐν τῇ περὶ φωστήρων ἕκτη αὐτοῦ ὁμιλίᾳ φησὶ, «Τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτάτω καὶ οὐδεὶς ποὸῥωτάτω. ἀλλ´ ἑξ ἴσου τοῦ διαστήματος τοῖς κατὰ ποῦ μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει. « Πρόσεχε οὖν. Εἰ γὰρ παρήλλαξεν ἡ γῆ τὴν μεσότητα, ἐχρῆν ὁποτέρῳ μὲν προσκεχωρήκει τῶν πέριξ μερῶν, ἐκεῖσε τὰ ἄστρα γινόμενα ὀρᾷν μείζονα, ἀφ´ ὧν δὲ διέστηκεν αὕτη, ἐν τούτοις ἐλάσσονα ταῦτα ἀθρεῖν. Νῦν δὲ ἀπανταχόθεν ἰσα","prev":{"citation":"Annales 52","label":"52","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/52","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/52"},"next":{"citation":"Annales 54","label":"54","url":"https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/54","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/54"},"credit":{"text":"Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003717","quality":"ocr"}}